« Prev 1 Timothy 3 Next »

Chapter 3

1πιστος ο λογος ει τις επισκοπης ορεγεται καλου εργου επιθυμει 2δει ουν τον επισκοπον ανεπιλημπτον ειναι μιας γυναικος ανδρα νηφαλιον σωφρονα κοσμιον φιλοξενον διδακτικον 3μη παροινον μη πληκτην αλλα επιεικη αμαχον αφιλαργυρον 4του ιδιου οικου καλως προισταμενον τεκνα εχοντα εν υποταγη μετα πασης σεμνοτητος 5ει δε τις του ιδιου οικου προστηναι ουκ οιδεν πως εκκλησιας θεου επιμελησεται 6μη νεοφυτον ινα μη τυφωθεις εις κριμα εμπεση του διαβολου 7δει δε και μαρτυριαν καλην εχειν απο των εξωθεν ινα μη εις ονειδισμον εμπεση και παγιδα του διαβολου 8διακονους ωσαυτως σεμνους μη διλογους μη οινω πολλω προσεχοντας μη αισχροκερδεις 9εχοντας το μυστηριον της πιστεως εν καθαρα συνειδησει 10και ουτοι δε δοκιμαζεσθωσαν πρωτον ειτα διακονειτωσαν ανεγκλητοι οντες 11γυναικας ωσαυτως σεμνας μη διαβολους νηφαλιους πιστας εν πασιν 12διακονοι εστωσαν μιας γυναικος ανδρες τεκνων καλως προισταμενοι και των ιδιων οικων 13οι γαρ καλως διακονησαντες βαθμον εαυτοις καλον περιποιουνται και πολλην παρρησιαν εν πιστει τη εν χριστω ιησου 14ταυτα σοι γραφω ελπιζων ελθειν [προς σε] εν ταχει 15εαν δε βραδυνω ινα ειδης πως δει εν οικω θεου αναστρεφεσθαι ητις εστιν εκκλησια θεου ζωντος στυλος και εδραιωμα της αληθειας 16και ομολογουμενως μεγα εστιν το της ευσεβειας μυστηριον ος εφανερωθη εν σαρκι εδικαιωθη εν πνευματι ωφθη αγγελοις εκηρυχθη εν εθνεσιν επιστευθη εν κοσμω ανελημφθη εν δοξη

« Prev 1 Timothy 3 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |