« Prev 1 Timothy 4 Next »

Chapter 4

1το δε πνευμα ρητως λεγει οτι εν υστεροις καιροις αποστησονται τινες της πιστεως προσεχοντες πνευμασιν πλανοις και διδασκαλιαις δαιμονιων 2εν υποκρισει ψευδολογων κεκαυστηριασμενων την ιδιαν συνειδησιν 3κωλυοντων γαμειν απεχεσθαι βρωματων α ο θεος εκτισεν εις μεταλημψιν μετα ευχαριστιας τοις πιστοις και επεγνωκοσιν την αληθειαν 4οτι παν κτισμα θεου καλον και ουδεν αποβλητον μετα ευχαριστιας λαμβανομενον 5αγιαζεται γαρ δια λογου θεου και εντευξεως 6ταυτα υποτιθεμενος τοις αδελφοις καλος εση διακονος χριστου ιησου εντρεφομενος τοις λογοις της πιστεως και της καλης διδασκαλιας η παρηκολουθηκας 7τους δε βεβηλους και γραωδεις μυθους παραιτου γυμναζε δε σεαυτον προς ευσεβειαν 8η γαρ σωματικη γυμνασια προς ολιγον εστιν ωφελιμος η δε ευσεβεια προς παντα ωφελιμος εστιν επαγγελιαν εχουσα ζωης της νυν και της μελλουσης 9πιστος ο λογος και πασης αποδοχης αξιος 10εις τουτο γαρ κοπιωμεν και αγωνιζομεθα οτι ηλπικαμεν επι θεω ζωντι ος εστιν σωτηρ παντων ανθρωπων μαλιστα πιστων 11παραγγελλε ταυτα και διδασκε 12μηδεις σου της νεοτητος καταφρονειτω αλλα τυπος γινου των πιστων εν λογω εν αναστροφη εν αγαπη εν πιστει εν αγνεια 13εως ερχομαι προσεχε τη αναγνωσει τη παρακλησει τη διδασκαλια 14μη αμελει του εν σοι χαρισματος ο εδοθη σοι δια προφητειας μετα επιθεσεως των χειρων του πρεσβυτεριου 15ταυτα μελετα εν τουτοις ισθι ινα σου η προκοπη φανερα η πασιν 16επεχε σεαυτω και τη διδασκαλια επιμενε αυτοις τουτο γαρ ποιων και σεαυτον σωσεις και τους ακουοντας σου

« Prev 1 Timothy 4 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |