« Prev 1 Timothy 2 Next »

Chapter 2

1παρακαλω ουν πρωτον παντων ποιεισθαι δεησεις προσευχας εντευξεις ευχαριστιας υπερ παντων ανθρωπων 2υπερ βασιλεων και παντων των εν υπεροχη οντων ινα ηρεμον και ησυχιον βιον διαγωμεν εν παση ευσεβεια και σεμνοτητι 3τουτο καλον και αποδεκτον ενωπιον του σωτηρος ημων θεου 4ος παντας ανθρωπους θελει σωθηναι και εις επιγνωσιν αληθειας ελθειν 5εις γαρ θεος εις και μεσιτης θεου και ανθρωπων ανθρωπος χριστος ιησους 6ο δους εαυτον αντιλυτρον υπερ παντων το μαρτυριον καιροις ιδιοις 7εις ο ετεθην εγω κηρυξ και αποστολος αληθειαν λεγω ου ψευδομαι διδασκαλος εθνων εν πιστει και αληθεια 8βουλομαι ουν προσευχεσθαι τους ανδρας εν παντι τοπω επαιροντας οσιους χειρας χωρις οργης και διαλογισμων 9ωσαυτως γυναικας εν καταστολη κοσμιω μετα αιδους και σωφροσυνης κοσμειν εαυτας μη εν πλεγμασιν και χρυσιω η μαργαριταις η ιματισμω πολυτελει 10αλλ ο πρεπει γυναιξιν επαγγελλομεναις θεοσεβειαν δι εργων αγαθων 11γυνη εν ησυχια μανθανετω εν παση υποταγη 12διδασκειν δε γυναικι ουκ επιτρεπω ουδε αυθεντειν ανδρος αλλ ειναι εν ησυχια 13αδαμ γαρ πρωτος επλασθη ειτα ευα 14και αδαμ ουκ ηπατηθη η δε γυνη εξαπατηθεισα εν παραβασει γεγονεν 15σωθησεται δε δια της τεκνογονιας εαν μεινωσιν εν πιστει και αγαπη και αγιασμω μετα σωφροσυνης

« Prev 1 Timothy 2 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |