« Prev Revelation 6 Next »

Chapter 6

1και ειδον οτε ηνοιξεν το αρνιον μιαν εκ των επτα σφραγιδων και ηκουσα ενος εκ των τεσσαρων ζωων λεγοντος ως φωνη βροντης ερχου 2και ειδον και ιδου ιππος λευκος και ο καθημενος επ αυτον εχων τοξον και εδοθη αυτω στεφανος και εξηλθεν νικων και ινα νικηση 3και οτε ηνοιξεν την σφραγιδα την δευτεραν ηκουσα του δευτερου ζωου λεγοντος ερχου 4και εξηλθεν αλλος ιππος πυρρος και τω καθημενω επ αυτον εδοθη [αυτω] λαβειν την ειρηνην [εκ] της γης και ινα αλληλους σφαξουσιν και εδοθη αυτω μαχαιρα μεγαλη 5και οτε ηνοιξεν την σφραγιδα την τριτην ηκουσα του τριτου ζωου λεγοντος ερχου και ειδον και ιδου ιππος μελας και ο καθημενος επ αυτον εχων ζυγον εν τη χειρι αυτου 6και ηκουσα ως φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν χοινιξ σιτου δηναριου και τρεις χοινικες κριθων δηναριου και το ελαιον και τον οινον μη αδικησης 7και οτε ηνοιξεν την σφραγιδα την τεταρτην ηκουσα φωνην του τεταρτου ζωου λεγοντος ερχου 8και ειδον και ιδου ιππος χλωρος και ο καθημενος επανω [αυτου] ονομα αυτω [ο] θανατος και ο αδης ηκολουθει μετ αυτου και εδοθη αυτοις εξουσια επι το τεταρτον της γης αποκτειναι εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων της γης 9και οτε ηνοιξεν την πεμπτην σφραγιδα ειδον υποκατω του θυσιαστηριου τας ψυχας των εσφαγμενων δια τον λογον του θεου και δια την μαρτυριαν ην ειχον 10και εκραξαν φωνη μεγαλη λεγοντες εως ποτε ο δεσποτης ο αγιος και αληθινος ου κρινεις και εκδικεις το αιμα ημων εκ των κατοικουντων επι της γης 11και εδοθη αυτοις εκαστω στολη λευκη και ερρεθη αυτοις ινα αναπαυσονται ετι χρονον μικρον εως πληρωθωσιν και οι συνδουλοι αυτων και οι αδελφοι αυτων οι μελλοντες αποκτεννεσθαι ως και αυτοι 12και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην και σεισμος μεγας εγενετο και ο ηλιος εγενετο μελας ως σακκος τριχινος και η σεληνη ολη εγενετο ως αιμα 13και οι αστερες του ουρανου επεσαν εις την γην ως συκη βαλλει τους ολυνθους αυτης υπο ανεμου μεγαλου σειομενη 14και ο ουρανος απεχωρισθη ως βιβλιον ελισσομενον και παν ορος και νησος εκ των τοπων αυτων εκινηθησαν 15και οι βασιλεις της γης και οι μεγιστανες και οι χιλιαρχοι και οι πλουσιοι και οι ισχυροι και πας δουλος και ελευθερος εκρυψαν εαυτους εις τα σπηλαια και εις τας πετρας των ορεων 16και λεγουσιν τοις ορεσιν και ταις πετραις πεσετε εφ ημας και κρυψατε ημας απο προσωπου του καθημενου επι του θρονου και απο της οργης του αρνιου 17οτι ηλθεν η ημερα η μεγαλη της οργης αυτων και τις δυναται σταθηναι

« Prev Revelation 6 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |