« Prev Revelation 7 Next »

Chapter 7

1μετα τουτο ειδον τεσσαρας αγγελους εστωτας επι τας τεσσαρας γωνιας της γης κρατουντας τους τεσσαρας ανεμους της γης ινα μη πνεη ανεμος επι της γης μητε επι της θαλασσης μητε επι παν δενδρον 2και ειδον αλλον αγγελον αναβαινοντα απο ανατολης ηλιου εχοντα σφραγιδα θεου ζωντος και εκραξεν φωνη μεγαλη τοις τεσσαρσιν αγγελοις οις εδοθη αυτοις αδικησαι την γην και την θαλασσαν 3λεγων μη αδικησητε την γην μητε την θαλασσαν μητε τα δενδρα αχρι σφραγισωμεν τους δουλους του θεου ημων επι των μετωπων αυτων 4και ηκουσα τον αριθμον των εσφραγισμενων εκατον τεσσερακοντα τεσσαρες χιλιαδες εσφραγισμενοι εκ πασης φυλης υιων ισραηλ 5εκ φυλης ιουδα δωδεκα χιλιαδες εσφραγισμενοι εκ φυλης ρουβην δωδεκα χιλιαδες εκ φυλης γαδ δωδεκα χιλιαδες 6εκ φυλης ασηρ δωδεκα χιλιαδες εκ φυλης νεφθαλιμ δωδεκα χιλιαδες εκ φυλης μανασση δωδεκα χιλιαδες 7εκ φυλης συμεων δωδεκα χιλιαδες εκ φυλης λευι δωδεκα χιλιαδες εκ φυλης ισσαχαρ δωδεκα χιλιαδες 8εκ φυλης ζαβουλων δωδεκα χιλιαδες εκ φυλης ιωσηφ δωδεκα χιλιαδες εκ φυλης βενιαμιν δωδεκα χιλιαδες εσφραγισμενοι 9μετα ταυτα ειδον και ιδου οχλος πολυς ον αριθμησαι αυτον ουδεις εδυνατο εκ παντος εθνους και φυλων και λαων και γλωσσων εστωτες ενωπιον του θρονου και ενωπιον του αρνιου περιβεβλημενους στολας λευκας και φοινικες εν ταις χερσιν αυτων 10και κραζουσιν φωνη μεγαλη λεγοντες η σωτηρια τω θεω ημων τω καθημενω επι τω θρονω και τω αρνιω 11και παντες οι αγγελοι ειστηκεισαν κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων και επεσαν ενωπιον του θρονου επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω 12λεγοντες αμην η ευλογια και η δοξα και η σοφια και η ευχαριστια και η τιμη και η δυναμις και η ισχυς τω θεω ημων εις τους αιωνας των αιωνων [αμην] 13και απεκριθη εις εκ των πρεσβυτερων λεγων μοι ουτοι οι περιβεβλημενοι τας στολας τας λευκας τινες εισιν και ποθεν ηλθον 14και ειρηκα αυτω κυριε μου συ οιδας και ειπεν μοι ουτοι εισιν οι ερχομενοι εκ της θλιψεως της μεγαλης και επλυναν τας στολας αυτων και ελευκαναν αυτας εν τω αιματι του αρνιου 15δια τουτο εισιν ενωπιον του θρονου του θεου και λατρευουσιν αυτω ημερας και νυκτος εν τω ναω αυτου και ο καθημενος επι του θρονου σκηνωσει επ αυτους 16ου πεινασουσιν ετι ουδε διψησουσιν ετι ουδε μη πεση επ αυτους ο ηλιος ουδε παν καυμα 17οτι το αρνιον το ανα μεσον του θρονου ποιμανει αυτους και οδηγησει αυτους επι ζωης πηγας υδατων και εξαλειψει ο θεος παν δακρυον εκ των οφθαλμων αυτων

« Prev Revelation 7 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |