« Prev Revelation 5 Next »

Chapter 5

1και ειδον επι την δεξιαν του καθημενου επι του θρονου βιβλιον γεγραμμενον εσωθεν και οπισθεν κατεσφραγισμενον σφραγισιν επτα 2και ειδον αγγελον ισχυρον κηρυσσοντα εν φωνη μεγαλη τις αξιος ανοιξαι το βιβλιον και λυσαι τας σφραγιδας αυτου 3και ουδεις εδυνατο εν τω ουρανω ουδε επι της γης ουδε υποκατω της γης ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο 4και [εγω] εκλαιον πολυ οτι ουδεις αξιος ευρεθη ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο 5και εις εκ των πρεσβυτερων λεγει μοι μη κλαιε ιδου ενικησεν ο λεων ο εκ της φυλης ιουδα η ριζα δαυιδ ανοιξαι το βιβλιον και τας επτα σφραγιδας αυτου 6και ειδον εν μεσω του θρονου και των τεσσαρων ζωων και εν μεσω των πρεσβυτερων αρνιον εστηκος ως εσφαγμενον εχων κερατα επτα και οφθαλμους επτα οι εισιν τα [επτα] πνευματα του θεου απεσταλμενοι εις πασαν την γην 7και ηλθεν και ειληφεν εκ της δεξιας του καθημενου επι του θρονου 8και οτε ελαβεν το βιβλιον τα τεσσαρα ζωα και οι εικοσι τεσσαρες πρεσβυτεροι επεσαν ενωπιον του αρνιου εχοντες εκαστος κιθαραν και φιαλας χρυσας γεμουσας θυμιαματων αι εισιν αι προσευχαι των αγιων 9και αδουσιν ωδην καινην λεγοντες αξιος ει λαβειν το βιβλιον και ανοιξαι τας σφραγιδας αυτου οτι εσφαγης και ηγορασας τω θεω εν τω αιματι σου εκ πασης φυλης και γλωσσης και λαου και εθνους 10και εποιησας αυτους τω θεω ημων βασιλειαν και ιερεις και βασιλευουσιν επι της γης 11και ειδον και ηκουσα φωνην αγγελων πολλων κυκλω του θρονου και των ζωων και των πρεσβυτερων και ην ο αριθμος αυτων μυριαδες μυριαδων και χιλιαδες χιλιαδων 12λεγοντες φωνη μεγαλη αξιον εστιν το αρνιον το εσφαγμενον λαβειν την δυναμιν και πλουτον και σοφιαν και ισχυν και τιμην και δοξαν και ευλογιαν 13και παν κτισμα ο εν τω ουρανω και επι της γης και υποκατω της γης και επι της θαλασσης [εστιν] και τα εν αυτοις παντα ηκουσα λεγοντας τω καθημενω επι του θρονου και τω αρνιω η ευλογια και η τιμη και η δοξα και το κρατος εις τους αιωνας των αιωνων 14και τα τεσσαρα ζωα ελεγον αμην και οι πρεσβυτεροι επεσαν και προσεκυνησαν

« Prev Revelation 5 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |