« Prev Revelation 4 Next »

Chapter 4

1μετα ταυτα ειδον και ιδου θυρα ηνεωγμενη εν τω ουρανω και η φωνη η πρωτη ην ηκουσα ως σαλπιγγος λαλουσης μετ εμου λεγων αναβα ωδε και δειξω σοι α δει γενεσθαι μετα ταυτα 2ευθεως εγενομην εν πνευματι και ιδου θρονος εκειτο εν τω ουρανω και επι τον θρονον καθημενος 3και ο καθημενος ομοιος ορασει λιθω ιασπιδι και σαρδιω και ιρις κυκλοθεν του θρονου ομοιος ορασει σμαραγδινω 4και κυκλοθεν του θρονου θρονοι εικοσι τεσσαρες και επι τους θρονους εικοσι τεσσαρας πρεσβυτερους καθημενους περιβεβλημενους ιματιοις λευκοις και επι τας κεφαλας αυτων στεφανους χρυσους 5και εκ του θρονου εκπορευονται αστραπαι και φωναι και βρονται και επτα λαμπαδες πυρος καιομεναι ενωπιον του θρονου α εισιν τα επτα πνευματα του θεου 6και ενωπιον του θρονου ως θαλασσα υαλινη ομοια κρυσταλλω και εν μεσω του θρονου και κυκλω του θρονου τεσσαρα ζωα γεμοντα οφθαλμων εμπροσθεν και οπισθεν 7και το ζωον το πρωτον ομοιον λεοντι και το δευτερον ζωον ομοιον μοσχω και το τριτον ζωον εχων το προσωπον ως ανθρωπου και το τεταρτον ζωον ομοιον αετω πετομενω 8και τα τεσσαρα ζωα εν καθ εν αυτων εχων ανα πτερυγας εξ κυκλοθεν και εσωθεν γεμουσιν οφθαλμων και αναπαυσιν ουκ εχουσιν ημερας και νυκτος λεγοντες αγιος αγιος αγιος κυριος ο θεος ο παντοκρατωρ ο ην και ο ων και ο ερχομενος 9και οταν δωσουσιν τα ζωα δοξαν και τιμην και ευχαριστιαν τω καθημενω επι του θρονου τω ζωντι εις τους αιωνας των αιωνων 10πεσουνται οι εικοσι τεσσαρες πρεσβυτεροι ενωπιον του καθημενου επι του θρονου και προσκυνησουσιν τω ζωντι εις τους αιωνας των αιωνων και βαλουσιν τους στεφανους αυτων ενωπιον του θρονου λεγοντες 11αξιος ει ο κυριος και ο θεος ημων λαβειν την δοξαν και την τιμην και την δυναμιν οτι συ εκτισας τα παντα και δια το θελημα σου ησαν και εκτισθησαν

« Prev Revelation 4 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |