« Prev Philippians 3 Next »

Chapter 3

1το λοιπον αδελφοι μου χαιρετε εν κυριω τα αυτα γραφειν υμιν εμοι μεν ουκ οκνηρον υμιν δε ασφαλες 2βλεπετε τους κυνας βλεπετε τους κακους εργατας βλεπετε την κατατομην 3ημεις γαρ εσμεν η περιτομη οι πνευματι θεου λατρευοντες και καυχωμενοι εν χριστω ιησου και ουκ εν σαρκι πεποιθοτες 4καιπερ εγω εχων πεποιθησιν και εν σαρκι ει τις δοκει αλλος πεποιθεναι εν σαρκι εγω μαλλον 5περιτομη οκταημερος εκ γενους ισραηλ φυλης βενιαμιν εβραιος εξ εβραιων κατα νομον φαρισαιος 6κατα ζηλος διωκων την εκκλησιαν κατα δικαιοσυνην την εν νομω γενομενος αμεμπτος 7αλλα ατινα ην μοι κερδη ταυτα ηγημαι δια τον χριστον ζημιαν 8αλλα μενουνγε και ηγουμαι παντα ζημιαν ειναι δια το υπερεχον της γνωσεως χριστου ιησου του κυριου μου δι ον τα παντα εζημιωθην και ηγουμαι σκυβαλα ινα χριστον κερδησω 9και ευρεθω εν αυτω μη εχων εμην δικαιοσυνην την εκ νομου αλλα την δια πιστεως χριστου την εκ θεου δικαιοσυνην επι τη πιστει 10του γνωναι αυτον και την δυναμιν της αναστασεως αυτου και κοινωνιαν παθηματων αυτου συμμορφιζομενος τω θανατω αυτου 11ει πως καταντησω εις την εξαναστασιν την εκ νεκρων 12ουχ οτι ηδη ελαβον η ηδη τετελειωμαι διωκω δε ει και καταλαβω εφ ω και κατελημφθην υπο χριστου [ιησου] 13αδελφοι εγω εμαυτον ουπω λογιζομαι κατειληφεναι εν δε τα μεν οπισω επιλανθανομενος τοις δε εμπροσθεν επεκτεινομενος 14κατα σκοπον διωκω εις το βραβειον της ανω κλησεως του θεου εν χριστω ιησου 15οσοι ουν τελειοι τουτο φρονωμεν και ει τι ετερως φρονειτε και τουτο ο θεος υμιν αποκαλυψει 16πλην εις ο εφθασαμεν τω αυτω στοιχειν 17συμμιμηται μου γινεσθε αδελφοι και σκοπειτε τους ουτως περιπατουντας καθως εχετε τυπον ημας 18πολλοι γαρ περιπατουσιν ους πολλακις ελεγον υμιν νυν δε και κλαιων λεγω τους εχθρους του σταυρου του χριστου 19ων το τελος απωλεια ων ο θεος η κοιλια και η δοξα εν τη αισχυνη αυτων οι τα επιγεια φρονουντες 20ημων γαρ το πολιτευμα εν ουρανοις υπαρχει εξ ου και σωτηρα απεκδεχομεθα κυριον ιησουν χριστον 21ος μετασχηματισει το σωμα της ταπεινωσεως ημων συμμορφον τω σωματι της δοξης αυτου κατα την ενεργειαν του δυνασθαι αυτον και υποταξαι αυτω τα παντα

« Prev Philippians 3 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |