« Prev Philippians 4 Next »

Chapter 4

1ωστε αδελφοι μου αγαπητοι και επιποθητοι χαρα και στεφανος μου ουτως στηκετε εν κυριω αγαπητοι 2ευοδιαν παρακαλω και συντυχην παρακαλω το αυτο φρονειν εν κυριω 3ναι ερωτω και σε γνησιε συζυγε συλλαμβανου αυταις αιτινες εν τω ευαγγελιω συνηθλησαν μοι μετα και κλημεντος και των λοιπων συνεργων μου ων τα ονοματα εν βιβλω ζωης 4χαιρετε εν κυριω παντοτε παλιν ερω χαιρετε 5το επιεικες υμων γνωσθητω πασιν ανθρωποις ο κυριος εγγυς 6μηδεν μεριμνατε αλλ εν παντι τη προσευχη και τη δεησει μετα ευχαριστιας τα αιτηματα υμων γνωριζεσθω προς τον θεον 7και η ειρηνη του θεου η υπερεχουσα παντα νουν φρουρησει τας καρδιας υμων και τα νοηματα υμων εν χριστω ιησου 8το λοιπον αδελφοι οσα εστιν αληθη οσα σεμνα οσα δικαια οσα αγνα οσα προσφιλη οσα ευφημα ει τις αρετη και ει τις επαινος ταυτα λογιζεσθε 9α και εμαθετε και παρελαβετε και ηκουσατε και ειδετε εν εμοι ταυτα πρασσετε και ο θεος της ειρηνης εσται μεθ υμων 10εχαρην δε εν κυριω μεγαλως οτι ηδη ποτε ανεθαλετε το υπερ εμου φρονειν εφ ω και εφρονειτε ηκαιρεισθε δε 11ουχ οτι καθ υστερησιν λεγω εγω γαρ εμαθον εν οις ειμι αυταρκης ειναι 12οιδα και ταπεινουσθαι οιδα και περισσευειν εν παντι και εν πασιν μεμυημαι και χορταζεσθαι και πειναν και περισσευειν και υστερεισθαι 13παντα ισχυω εν τω ενδυναμουντι με 14πλην καλως εποιησατε συγκοινωνησαντες μου τη θλιψει 15οιδατε δε και υμεις φιλιππησιοι οτι εν αρχη του ευαγγελιου οτε εξηλθον απο μακεδονιας ουδεμια μοι εκκλησια εκοινωνησεν εις λογον δοσεως και λημψεως ει μη υμεις μονοι 16οτι και εν θεσσαλονικη και απαξ και δις εις την χρειαν μοι επεμψατε 17ουχ οτι επιζητω το δομα αλλα επιζητω τον καρπον τον πλεοναζοντα εις λογον υμων 18απεχω δε παντα και περισσευω πεπληρωμαι δεξαμενος παρα επαφροδιτου τα παρ υμων οσμην ευωδιας θυσιαν δεκτην ευαρεστον τω θεω 19ο δε θεος μου πληρωσει πασαν χρειαν υμων κατα το πλουτος αυτου εν δοξη εν χριστω ιησου 20τω δε θεω και πατρι ημων η δοξα εις τους αιωνας των αιωνων αμην 21ασπασασθε παντα αγιον εν χριστω ιησου ασπαζονται υμας οι συν εμοι αδελφοι 22ασπαζονται υμας παντες οι αγιοι μαλιστα δε οι εκ της καισαρος οικιας 23η χαρις του κυριου ιησου χριστου μετα του πνευματος υμων

« Prev Philippians 4 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |