« Prev Philippians 2 Next »

Chapter 2

1ει τις ουν παρακλησις εν χριστω ει τι παραμυθιον αγαπης ει τις κοινωνια πνευματος ει τις σπλαγχνα και οικτιρμοι 2πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντες συμψυχοι το εν φρονουντες 3μηδεν κατ εριθειαν μηδε κατα κενοδοξιαν αλλα τη ταπεινοφροσυνη αλληλους ηγουμενοι υπερεχοντας εαυτων 4μη τα εαυτων εκαστοι σκοπουντες αλλα και τα ετερων εκαστοι 5τουτο φρονειτε εν υμιν ο και εν χριστω ιησου 6ος εν μορφη θεου υπαρχων ουχ αρπαγμον ηγησατο το ειναι ισα θεω 7αλλα εαυτον εκενωσεν μορφην δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενος και σχηματι ευρεθεις ως ανθρωπος 8εταπεινωσεν εαυτον γενομενος υπηκοος μεχρι θανατου θανατου δε σταυρου 9διο και ο θεος αυτον υπερυψωσεν και εχαρισατο αυτω το ονομα το υπερ παν ονομα 10ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγειων και καταχθονιων 11και πασα γλωσσα εξομολογησηται οτι κυριος ιησους χριστος εις δοξαν θεου πατρος 12ωστε αγαπητοι μου καθως παντοτε υπηκουσατε μη [ως] εν τη παρουσια μου μονον αλλα νυν πολλω μαλλον εν τη απουσια μου μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθε 13θεος γαρ εστιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν υπερ της ευδοκιας 14παντα ποιειτε χωρις γογγυσμων και διαλογισμων 15ινα γενησθε αμεμπτοι και ακεραιοι τεκνα θεου αμωμα μεσον γενεας σκολιας και διεστραμμενης εν οις φαινεσθε ως φωστηρες εν κοσμω 16λογον ζωης επεχοντες εις καυχημα εμοι εις ημεραν χριστου οτι ουκ εις κενον εδραμον ουδε εις κενον εκοπιασα 17αλλα ει και σπενδομαι επι τη θυσια και λειτουργια της πιστεως υμων χαιρω και συγχαιρω πασιν υμιν 18το δε αυτο και υμεις χαιρετε και συγχαιρετε μοι 19ελπιζω δε εν κυριω ιησου τιμοθεον ταχεως πεμψαι υμιν ινα καγω ευψυχω γνους τα περι υμων 20ουδενα γαρ εχω ισοψυχον οστις γνησιως τα περι υμων μεριμνησει 21οι παντες γαρ τα εαυτων ζητουσιν ου τα χριστου ιησου 22την δε δοκιμην αυτου γινωσκετε οτι ως πατρι τεκνον συν εμοι εδουλευσεν εις το ευαγγελιον 23τουτον μεν ουν ελπιζω πεμψαι ως αν αφιδω τα περι εμε εξαυτης 24πεποιθα δε εν κυριω οτι και αυτος ταχεως ελευσομαι 25αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου υμων δε αποστολον και λειτουργον της χρειας μου πεμψαι προς υμας 26επειδη επιποθων ην παντας υμας [ιδειν] και αδημονων διοτι ηκουσατε οτι ησθενησεν 27και γαρ ησθενησεν παραπλησιον θανατου αλλα ο θεος ηλεησεν αυτον ουκ αυτον δε μονον αλλα και εμε ινα μη λυπην επι λυπην σχω 28σπουδαιοτερως ουν επεμψα αυτον ινα ιδοντες αυτον παλιν χαρητε καγω αλυποτερος ω 29προσδεχεσθε ουν αυτον εν κυριω μετα πασης χαρας και τους τοιουτους εντιμους εχετε 30οτι δια το εργον κυριου μεχρι θανατου ηγγισεν παραβολευσαμενος τη ψυχη ινα αναπληρωση το υμων υστερημα της προς με λειτουργιας

« Prev Philippians 2 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |