« Prev Luke 23 Next »

Chapter 23

1και ανασταν απαν το πληθος αυτων ηγαγον αυτον επι τον πιλατον 2ηρξαντο δε κατηγορειν αυτου λεγοντες τουτον ευραμεν διαστρεφοντα το εθνος ημων και κωλυοντα φορους καισαρι διδοναι και λεγοντα εαυτον χριστον βασιλεα ειναι 3ο δε πιλατος ηρωτησεν αυτον λεγων συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω εφη συ λεγεις 4ο δε πιλατος ειπεν προς τους αρχιερεις και τους οχλους ουδεν ευρισκω αιτιον εν τω ανθρωπω τουτω 5οι δε επισχυον λεγοντες οτι ανασειει τον λαον διδασκων καθ ολης της ιουδαιας και αρξαμενος απο της γαλιλαιας εως ωδε 6πιλατος δε ακουσας επηρωτησεν ει [ο] ανθρωπος γαλιλαιος εστιν 7και επιγνους οτι εκ της εξουσιας ηρωδου εστιν ανεπεμψεν αυτον προς ηρωδην οντα και αυτον εν ιεροσολυμοις εν ταυταις ταις ημεραις 8ο δε ηρωδης ιδων τον ιησουν εχαρη λιαν ην γαρ εξ ικανων χρονων θελων ιδειν αυτον δια το ακουειν περι αυτου και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον 9επηρωτα δε αυτον εν λογοις ικανοις αυτος δε ουδεν απεκρινατο αυτω 10ειστηκεισαν δε οι αρχιερεις και οι γραμματεις ευτονως κατηγορουντες αυτου 11εξουθενησας δε αυτον ο ηρωδης συν τοις στρατευμασιν αυτου και εμπαιξας περιβαλων εσθητα λαμπραν ανεπεμψεν αυτον τω πιλατω 12εγενοντο δε φιλοι ο τε ηρωδης και ο πιλατος εν αυτη τη ημερα μετ αλληλων προυπηρχον γαρ εν εχθρα οντες προς αυτους 13πιλατος δε συγκαλεσαμενος τους αρχιερεις και τους αρχοντας και τον λαον 14ειπεν προς αυτους προσηνεγκατε μοι τον ανθρωπον τουτον ως αποστρεφοντα τον λαον και ιδου εγω ενωπιον υμων ανακρινας ουθεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε κατ αυτου 15αλλ ουδε ηρωδης ανεπεμψεν γαρ αυτον προς ημας και ιδου ουδεν αξιον θανατου εστιν πεπραγμενον αυτω 16παιδευσας ουν αυτον απολυσω 17 18ανεκραγον δε παμπληθει λεγοντες αιρε τουτον απολυσον δε ημιν τον βαραββαν 19οστις ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βληθεις εν τη φυλακη 20παλιν δε ο πιλατος προσεφωνησεν αυτοις θελων απολυσαι τον ιησουν 21οι δε επεφωνουν λεγοντες σταυρου σταυρου αυτον 22ο δε τριτον ειπεν προς αυτους τι γαρ κακον εποιησεν ουτος ουδεν αιτιον θανατου ευρον εν αυτω παιδευσας ουν αυτον απολυσω 23οι δε επεκειντο φωναις μεγαλαις αιτουμενοι αυτον σταυρωθηναι και κατισχυον αι φωναι αυτων 24και πιλατος επεκρινεν γενεσθαι το αιτημα αυτων 25απελυσεν δε τον δια στασιν και φονον βεβλημενον εις φυλακην ον ητουντο τον δε ιησουν παρεδωκεν τω θεληματι αυτων 26και ως απηγαγον αυτον επιλαβομενοι σιμωνα τινα κυρηναιον ερχομενον απ αγρου επεθηκαν αυτω τον σταυρον φερειν οπισθεν του ιησου 27ηκολουθει δε αυτω πολυ πληθος του λαου και γυναικων αι εκοπτοντο και εθρηνουν αυτον 28στραφεις δε προς αυτας ιησους ειπεν θυγατερες ιερουσαλημ μη κλαιετε επ εμε πλην εφ εαυτας κλαιετε και επι τα τεκνα υμων 29οτι ιδου ερχονται ημεραι εν αις ερουσιν μακαριαι αι στειραι και αι κοιλιαι αι ουκ εγεννησαν και μαστοι οι ουκ εθρεψαν 30τοτε αρξονται λεγειν τοις ορεσιν πεσετε εφ ημας και τοις βουνοις καλυψατε ημας 31οτι ει εν υγρω ξυλω ταυτα ποιουσιν εν τω ξηρω τι γενηται 32ηγοντο δε και ετεροι κακουργοι δυο συν αυτω αναιρεθηναι 33και οτε ηλθον επι τον τοπον τον καλουμενον κρανιον εκει εσταυρωσαν αυτον και τους κακουργους ον μεν εκ δεξιων ον δε εξ αριστερων 34[[ο δε ιησους ελεγεν πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν]] διαμεριζομενοι δε τα ιματια αυτου εβαλον κληρον 35και ειστηκει ο λαος θεωρων εξεμυκτηριζον δε και οι αρχοντες λεγοντες αλλους εσωσεν σωσατω εαυτον ει ουτος εστιν ο χριστος του θεου ο εκλεκτος 36ενεπαιξαν δε αυτω και οι στρατιωται προσερχομενοι οξος προσφεροντες αυτω 37και λεγοντες ει συ ει ο βασιλευς των ιουδαιων σωσον σεαυτον 38ην δε και επιγραφη επ αυτω ο βασιλευς των ιουδαιων ουτος 39εις δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον ουχι συ ει ο χριστος σωσον σεαυτον και ημας 40αποκριθεις δε ο ετερος επιτιμων αυτω εφη ουδε φοβη συ τον θεον οτι εν τω αυτω κριματι ει 41και ημεις μεν δικαιως αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτος δε ουδεν ατοπον επραξεν 42και ελεγεν ιησου μνησθητι μου οταν ελθης εις την βασιλειαν σου 43και ειπεν αυτω αμην σοι λεγω σημερον μετ εμου εση εν τω παραδεισω 44και ην ηδη ωσει ωρα εκτη και σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης 45του ηλιου εκλειποντος εσχισθη δε το καταπετασμα του ναου μεσον 46και φωνησας φωνη μεγαλη ο ιησους ειπεν πατερ εις χειρας σου παρατιθεμαι το πνευμα μου τουτο δε ειπων εξεπνευσεν 47ιδων δε ο εκατονταρχης το γενομενον εδοξαζεν τον θεον λεγων οντως ο ανθρωπος ουτος δικαιος ην 48και παντες οι συμπαραγενομενοι οχλοι επι την θεωριαν ταυτην θεωρησαντες τα γενομενα τυπτοντες τα στηθη υπεστρεφον 49ειστηκεισαν δε παντες οι γνωστοι αυτω απο μακροθεν και γυναικες αι συνακολουθουσαι αυτω απο της γαλιλαιας ορωσαι ταυτα 50και ιδου ανηρ ονοματι ιωσηφ βουλευτης υπαρχων ανηρ αγαθος και δικαιος 51ουτος ουκ ην συγκατατεθειμενος τη βουλη και τη πραξει αυτων απο αριμαθαιας πολεως των ιουδαιων ος προσεδεχετο την βασιλειαν του θεου 52ουτος προσελθων τω πιλατω ητησατο το σωμα του ιησου 53και καθελων ενετυλιξεν αυτο σινδονι και εθηκεν αυτον εν μνηματι λαξευτω ου ουκ ην ουδεις ουπω κειμενος 54και ημερα ην παρασκευης και σαββατον επεφωσκεν 55κατακολουθησασαι δε αι γυναικες αιτινες ησαν συνεληλυθυιαι εκ της γαλιλαιας αυτω εθεασαντο το μνημειον και ως ετεθη το σωμα αυτου 56υποστρεψασαι δε ητοιμασαν αρωματα και μυρα και το μεν σαββατον ησυχασαν κατα την εντολην

« Prev Luke 23 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |