« Prev Luke 24 Next »

Chapter 24

1τη δε μια των σαββατων ορθρου βαθεως επι το μνημα ηλθον φερουσαι α ητοιμασαν αρωματα 2ευρον δε τον λιθον αποκεκυλισμενον απο του μνημειου 3εισελθουσαι δε ουχ ευρον το σωμα [[του κυριου ιησου]] 4και εγενετο εν τω απορεισθαι αυτας περι τουτου και ιδου ανδρες δυο επεστησαν αυταις εν εσθητι αστραπτουση 5εμφοβων δε γενομενων αυτων και κλινουσων τα προσωπα εις την γην ειπαν προς αυτας τι ζητειτε τον ζωντα μετα των νεκρων 6[[ουκ εστιν ωδε αλλα ηγερθη]] μνησθητε ως ελαλησεν υμιν ετι ων εν τη γαλιλαια 7λεγων τον υιον του ανθρωπου οτι δει παραδοθηναι εις χειρας ανθρωπων αμαρτωλων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι 8και εμνησθησαν των ρηματων αυτου 9και υποστρεψασαι [απο του μνημειου] απηγγειλαν ταυτα παντα τοις ενδεκα και πασιν τοις λοιποις 10ησαν δε η μαγδαληνη μαρια και ιωαννα και μαρια η ιακωβου και αι λοιπαι συν αυταις ελεγον προς τους αποστολους ταυτα 11και εφανησαν ενωπιον αυτων ωσει ληρος τα ρηματα ταυτα και ηπιστουν αυταις 12[[ο δε πετρος αναστας εδραμεν επι το μνημειον και παρακυψας βλεπει τα οθονια μονα και απηλθεν προς εαυτον θαυμαζων το γεγονος]] 13και ιδου δυο εξ αυτων εν αυτη τη ημερα ησαν πορευομενοι εις κωμην απεχουσαν σταδιους εξηκοντα απο ιερουσαλημ η ονομα εμμαους 14και αυτοι ωμιλουν προς αλληλους περι παντων των συμβεβηκοτων τουτων 15και εγενετο εν τω ομιλειν αυτους και συζητειν [και] αυτος ιησους εγγισας συνεπορευετο αυτοις 16οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτον 17ειπεν δε προς αυτους τινες οι λογοι ουτοι ους αντιβαλλετε προς αλληλους περιπατουντες και εσταθησαν σκυθρωποι 18αποκριθεις δε εις ονοματι κλεοπας ειπεν προς αυτον συ μονος παροικεις ιερουσαλημ και ουκ εγνως τα γενομενα εν αυτη εν ταις ημεραις ταυταις 19και ειπεν αυτοις ποια οι δε ειπαν αυτω τα περι ιησου του ναζαρηνου ος εγενετο ανηρ προφητης δυνατος εν εργω και λογω εναντιον του θεου και παντος του λαου 20οπως τε παρεδωκαν αυτον οι αρχιερεις και οι αρχοντες ημων εις κριμα θανατου και εσταυρωσαν αυτον 21ημεις δε ηλπιζομεν οτι αυτος εστιν ο μελλων λυτρουσθαι τον ισραηλ αλλα γε και συν πασιν τουτοις τριτην ταυτην ημεραν αγει αφ ου ταυτα εγενετο 22αλλα και γυναικες τινες εξ ημων εξεστησαν ημας γενομεναι ορθριναι επι το μνημειον 23και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελων εωρακεναι οι λεγουσιν αυτον ζην 24και απηλθον τινες των συν ημιν επι το μνημειον και ευρον ουτως καθως αι γυναικες ειπον αυτον δε ουκ ειδον 25και αυτος ειπεν προς αυτους ω ανοητοι και βραδεις τη καρδια του πιστευειν επι πασιν οις ελαλησαν οι προφηται 26ουχι ταυτα εδει παθειν τον χριστον και εισελθειν εις την δοξαν αυτου 27και αρξαμενος απο μωυσεως και απο παντων των προφητων διερμηνευσεν αυτοις εν πασαις ταις γραφαις τα περι εαυτου 28και ηγγισαν εις την κωμην ου επορευοντο και αυτος προσεποιησατο πορρωτερον πορευεσθαι 29και παρεβιασαντο αυτον λεγοντες μεινον μεθ ημων οτι προς εσπεραν εστιν και κεκλικεν ηδη η ημερα και εισηλθεν του μειναι συν αυτοις 30και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν και κλασας επεδιδου αυτοις 31αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτος αφαντος εγενετο απ αυτων 32και ειπαν προς αλληλους ουχι η καρδια ημων καιομενη ην ως ελαλει ημιν εν τη οδω ως διηνοιγεν ημιν τας γραφας 33και ανασταντες αυτη τη ωρα υπεστρεψαν εις ιερουσαλημ και ευρον ηθροισμενους τους ενδεκα και τους συν αυτοις 34λεγοντας οτι οντως ηγερθη ο κυριος και ωφθη σιμωνι 35και αυτοι εξηγουντο τα εν τη οδω και ως εγνωσθη αυτοις εν τη κλασει του αρτου 36ταυτα δε αυτων λαλουντων αυτος εστη εν μεσω αυτων [[και λεγει αυτοις ειρηνη υμιν]] 37πτοηθεντες δε και εμφοβοι γενομενοι εδοκουν πνευμα θεωρειν 38και ειπεν αυτοις τι τεταραγμενοι εστε και δια τι διαλογισμοι αναβαινουσιν εν τη καρδια υμων 39ιδετε τας χειρας μου και τους ποδας μου οτι εγω ειμι αυτος ψηλαφησατε με και ιδετε οτι πνευμα σαρκα και οστεα ουκ εχει καθως εμε θεωρειτε εχοντα 40[[και τουτο ειπων εδειξεν αυτοις τας χειρας και τους ποδας]] 41ετι δε απιστουντων αυτων απο της χαρας και θαυμαζοντων ειπεν αυτοις εχετε τι βρωσιμον ενθαδε 42οι δε επεδωκαν αυτω ιχθυος οπτου μερος 43και λαβων ενωπιον αυτων εφαγεν 44ειπεν δε προς αυτους ουτοι οι λογοι μου ους ελαλησα προς υμας ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωυσεως και τοις προφηταις και ψαλμοις περι εμου 45τοτε διηνοιξεν αυτων τον νουν του συνιεναι τας γραφας 46και ειπεν αυτοις οτι ουτως γεγραπται παθειν τον χριστον και αναστηναι εκ νεκρων τη τριτη ημερα 47και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν εις αφεσιν αμαρτιων εις παντα τα εθνη αρξαμενοι απο ιερουσαλημ 48υμεις μαρτυρες τουτων 49και ιδου εγω εξαποστελλω την επαγγελιαν του πατρος μου εφ υμας υμεις δε καθισατε εν τη πολει εως ου ενδυσησθε εξ υψους δυναμιν 50εξηγαγεν δε αυτους εως προς βηθανιαν και επαρας τας χειρας αυτου ευλογησεν αυτους 51και εγενετο εν τω ευλογειν αυτον αυτους διεστη απ αυτων [[και ανεφερετο εις τον ουρανον]] 52και αυτοι [[προσκυνησαντες αυτον]] υπεστρεψαν εις ιερουσαλημ μετα χαρας μεγαλης 53και ησαν δια παντος εν τω ιερω ευλογουντες τον θεον

« Prev Luke 24 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |