« Prev Luke 22 Next »

Chapter 22

1ηγγιζεν δε η εορτη των αζυμων η λεγομενη πασχα 2και εζητουν οι αρχιερεις και οι γραμματεις το πως ανελωσιν αυτον εφοβουντο γαρ τον λαον 3εισηλθεν δε σατανας εις ιουδαν τον καλουμενον ισκαριωτην οντα εκ του αριθμου των δωδεκα 4και απελθων συνελαλησεν τοις αρχιερευσιν και στρατηγοις το πως αυτοις παραδω αυτον 5και εχαρησαν και συνεθεντο αυτω αργυριον δουναι 6και εξωμολογησεν και εζητει ευκαιριαν του παραδουναι αυτον ατερ οχλου αυτοις 7ηλθεν δε η ημερα των αζυμων η εδει θυεσθαι το πασχα 8και απεστειλεν πετρον και ιωαννην ειπων πορευθεντες ετοιμασατε ημιν το πασχα ινα φαγωμεν 9οι δε ειπαν αυτω που θελεις ετοιμασωμεν 10ο δε ειπεν αυτοις ιδου εισελθοντων υμων εις την πολιν συναντησει υμιν ανθρωπος κεραμιον υδατος βασταζων ακολουθησατε αυτω εις την οικιαν εις ην εισπορευεται 11και ερειτε τω οικοδεσποτη της οικιας λεγει σοι ο διδασκαλος που εστιν το καταλυμα οπου το πασχα μετα των μαθητων μου φαγω 12κακεινος υμιν δειξει αναγαιον μεγα εστρωμενον εκει ετοιμασατε 13απελθοντες δε ευρον καθως ειρηκει αυτοις και ητοιμασαν το πασχα 14και οτε εγενετο η ωρα ανεπεσεν και οι αποστολοι συν αυτω 15και ειπεν προς αυτους επιθυμια επεθυμησα τουτο το πασχα φαγειν μεθ υμων προ του με παθειν 16λεγω γαρ υμιν οτι ου μη φαγω αυτο εως οτου πληρωθη εν τη βασιλεια του θεου 17και δεξαμενος ποτηριον ευχαριστησας ειπεν λαβετε τουτο και διαμερισατε εις εαυτους 18λεγω γαρ υμιν ου μη πιω απο του νυν απο του γενηματος της αμπελου εως ου η βασιλεια του θεου ελθη 19και λαβων αρτον ευχαριστησας εκλασεν και εδωκεν αυτοις λεγων τουτο εστιν το σωμα μου [[το υπερ υμων διδομενον τουτο ποιειτε εις την εμην αναμνησιν 20και το ποτηριον ωσαυτως μετα το δειπνησαι λεγων τουτο το ποτηριον η καινη διαθηκη εν τω αιματι μου το υπερ υμων εκχυννομενον]] 21πλην ιδου η χειρ του παραδιδοντος με μετ εμου επι της τραπεζης 22οτι ο υιος μεν του ανθρωπου κατα το ωρισμενον πορευεται πλην ουαι τω ανθρωπω εκεινω δι ου παραδιδοται 23και αυτοι ηρξαντο συζητειν προς εαυτους το τις αρα ειη εξ αυτων ο τουτο μελλων πρασσειν 24εγενετο δε και φιλονεικια εν αυτοις το τις αυτων δοκει ειναι μειζων 25ο δε ειπεν αυτοις οι βασιλεις των εθνων κυριευουσιν αυτων και οι εξουσιαζοντες αυτων ευεργεται καλουνται 26υμεις δε ουχ ουτως αλλ ο μειζων εν υμιν γινεσθω ως ο νεωτερος και ο ηγουμενος ως ο διακονων 27τις γαρ μειζων ο ανακειμενος η ο διακονων ουχι ο ανακειμενος εγω δε εν μεσω υμων ειμι ως ο διακονων 28υμεις δε εστε οι διαμεμενηκοτες μετ εμου εν τοις πειρασμοις μου 29καγω διατιθεμαι υμιν καθως διεθετο μοι ο πατηρ μου βασιλειαν 30ινα εσθητε και πινητε επι της τραπεζης μου εν τη βασιλεια μου και καθησθε επι θρονων τας δωδεκα φυλας κρινοντες του ισραηλ 31σιμων σιμων ιδου ο σατανας εξητησατο υμας του σινιασαι ως τον σιτον 32εγω δε εδεηθην περι σου ινα μη εκλιπη η πιστις σου και συ ποτε επιστρεψας στηρισον τους αδελφους σου 33ο δε ειπεν αυτω κυριε μετα σου ετοιμος ειμι και εις φυλακην και εις θανατον πορευεσθαι 34ο δε ειπεν λεγω σοι πετρε ου φωνησει σημερον αλεκτωρ εως τρις με απαρνηση ειδεναι 35και ειπεν αυτοις οτε απεστειλα υμας ατερ βαλλαντιου και πηρας και υποδηματων μη τινος υστερησατε οι δε ειπαν ουθενος 36ειπεν δε αυτοις αλλα νυν ο εχων βαλλαντιον αρατω ομοιως και πηραν και ο μη εχων πωλησατω το ιματιον αυτου και αγορασατω μαχαιραν 37λεγω γαρ υμιν οτι τουτο το γεγραμμενον δει τελεσθηναι εν εμοι το και μετα ανομων ελογισθη και γαρ το περι εμου τελος εχει 38οι δε ειπαν κυριε ιδου μαχαιραι ωδε δυο ο δε ειπεν αυτοις ικανον εστιν 39και εξελθων επορευθη κατα το εθος εις το ορος των ελαιων ηκολουθησαν δε αυτω [και] οι μαθηται 40γενομενος δε επι του τοπου ειπεν αυτοις προσευχεσθε μη εισελθειν εις πειρασμον 41και αυτος απεσπασθη απ αυτων ωσει λιθου βολην και θεις τα γονατα προσηυχετο 42λεγων πατερ ει βουλει παρενεγκε τουτο το ποτηριον απ εμου πλην μη το θελημα μου αλλα το σον γινεσθω 43[[ωφθη δε αυτω αγγελος απο του ουρανου ενισχυων αυτον 44και γενομενος εν αγωνια εκτενεστερον προσηυχετο και εγενετο ο ιδρως αυτου ωσει θρομβοι αιματος καταβαινοντες επι την γην]] 45και αναστας απο της προσευχης ελθων προς τους μαθητας ευρεν κοιμωμενους αυτους απο της λυπης 46και ειπεν αυτοις τι καθευδετε ανασταντες προσευχεσθε ινα μη εισελθητε εις πειρασμον 47ετι αυτου λαλουντος ιδου οχλος και ο λεγομενος ιουδας εις των δωδεκα προηρχετο αυτους και ηγγισεν τω ιησου φιλησαι αυτον 48ιησους δε ειπεν αυτω ιουδα φιληματι τον υιον του ανθρωπου παραδιδως 49ιδοντες δε οι περι αυτον το εσομενον ειπαν κυριε ει παταξομεν εν μαχαιρη 50και επαταξεν εις τις εξ αυτων του αρχιερεως τον δουλον και αφειλεν το ους αυτου το δεξιον 51αποκριθεις δε [ο] ιησους ειπεν εατε εως τουτου και αψαμενος του ωτιου ιασατο αυτον 52ειπεν δε ιησους προς τους παραγενομενους επ αυτον αρχιερεις και στρατηγους του ιερου και πρεσβυτερους ως επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων 53καθ ημεραν οντος μου μεθ υμων εν τω ιερω ουκ εξετεινατε τας χειρας επ εμε αλλ αυτη εστιν υμων η ωρα και η εξουσια του σκοτους 54συλλαβοντες δε αυτον ηγαγον και εισηγαγον εις την οικιαν του αρχιερεως ο δε πετρος ηκολουθει μακροθεν 55περιαψαντων δε πυρ εν μεσω της αυλης και συγκαθισαντων εκαθητο ο πετρος μεσος αυτων 56ιδουσα δε αυτον παιδισκη τις καθημενον προς το φως και ατενισασα αυτω ειπεν και ουτος συν αυτω ην 57ο δε ηρνησατο λεγων ουκ οιδα αυτον γυναι 58και μετα βραχυ ετερος ιδων αυτον εφη και συ εξ αυτων ει ο δε πετρος εφη ανθρωπε ουκ ειμι 59και διαστασης ωσει ωρας μιας αλλος τις διισχυριζετο λεγων επ αληθειας και ουτος μετ αυτου ην και γαρ γαλιλαιος εστιν 60ειπεν δε ο πετρος ανθρωπε ουκ οιδα ο λεγεις και παραχρημα ετι λαλουντος αυτου εφωνησεν αλεκτωρ 61και στραφεις ο κυριος ενεβλεψεν τω πετρω και υπεμνησθη ο πετρος του ρηματος του κυριου ως ειπεν αυτω οτι πριν αλεκτορα φωνησαι σημερον απαρνηση με τρις 62[και εξελθων εξω εκλαυσεν πικρως] 63και οι ανδρες οι συνεχοντες αυτον ενεπαιζον αυτω δεροντες 64και περικαλυψαντες αυτον επηρωτων λεγοντες προφητευσον τις εστιν ο παισας σε 65και ετερα πολλα βλασφημουντες ελεγον εις αυτον 66και ως εγενετο ημερα συνηχθη το πρεσβυτεριον του λαου αρχιερεις τε και γραμματεις και απηγαγον αυτον εις το συνεδριον αυτων λεγοντες 67ει συ ει ο χριστος ειπον ημιν ειπεν δε αυτοις εαν υμιν ειπω ου μη πιστευσητε 68εαν δε ερωτησω ου μη αποκριθητε 69απο του νυν δε εσται ο υιος του ανθρωπου καθημενος εκ δεξιων της δυναμεως του θεου 70ειπαν δε παντες συ ουν ει ο υιος του θεου ο δε προς αυτους εφη υμεις λεγετε οτι εγω ειμι 71οι δε ειπαν τι ετι εχομεν μαρτυριας χρειαν αυτοι γαρ ηκουσαμεν απο του στοματος αυτου

« Prev Luke 22 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |