« Prev Luke 21 Next »

Chapter 21

1αναβλεψας δε ειδεν τους βαλλοντας εις το γαζοφυλακιον τα δωρα αυτων πλουσιους 2ειδεν δε τινα χηραν πενιχραν βαλλουσαν εκει λεπτα δυο 3και ειπεν αληθως λεγω υμιν οτι η χηρα αυτη η πτωχη πλειον παντων εβαλεν 4παντες γαρ ουτοι εκ του περισσευοντος αυτοις εβαλον εις τα δωρα αυτη δε εκ του υστερηματος αυτης παντα τον βιον ον ειχεν εβαλεν 5και τινων λεγοντων περι του ιερου οτι λιθοις καλοις και αναθημασιν κεκοσμηται ειπεν 6ταυτα α θεωρειτε ελευσονται ημεραι εν αις ουκ αφεθησεται λιθος επι λιθω ωδε ος ου καταλυθησεται 7επηρωτησαν δε αυτον λεγοντες διδασκαλε ποτε ουν ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα γινεσθαι 8ο δε ειπεν βλεπετε μη πλανηθητε πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες εγω ειμι και ο καιρος ηγγικεν μη πορευθητε οπισω αυτων 9οταν δε ακουσητε πολεμους και ακαταστασιας μη πτοηθητε δει γαρ ταυτα γενεσθαι πρωτον αλλ ουκ ευθεως το τελος 10τοτε ελεγεν αυτοις εγερθησεται εθνος επ εθνος και βασιλεια επι βασιλειαν 11σεισμοι τε μεγαλοι και κατα τοπους λοιμοι και λιμοι εσονται φοβητρα τε και απ ουρανου σημεια μεγαλα εσται 12προ δε τουτων παντων επιβαλουσιν εφ υμας τας χειρας αυτων και διωξουσιν παραδιδοντες εις τας συναγωγας και φυλακας απαγομενους επι βασιλεις και ηγεμονας ενεκεν του ονοματος μου 13αποβησεται υμιν εις μαρτυριον 14θετε ουν εν ταις καρδιαις υμων μη προμελεταν απολογηθηναι 15εγω γαρ δωσω υμιν στομα και σοφιαν η ου δυνησονται αντιστηναι η αντειπειν απαντες οι αντικειμενοι υμιν 16παραδοθησεσθε δε και υπο γονεων και αδελφων και συγγενων και φιλων και θανατωσουσιν εξ υμων 17και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου 18και θριξ εκ της κεφαλης υμων ου μη αποληται 19εν τη υπομονη υμων κτησεσθε τας ψυχας υμων 20οταν δε ιδητε κυκλουμενην υπο στρατοπεδων ιερουσαλημ τοτε γνωτε οτι ηγγικεν η ερημωσις αυτης 21τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη και οι εν μεσω αυτης εκχωρειτωσαν και οι εν ταις χωραις μη εισερχεσθωσαν εις αυτην 22οτι ημεραι εκδικησεως αυται εισιν του πλησθηναι παντα τα γεγραμμενα 23ουαι ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις εσται γαρ αναγκη μεγαλη επι της γης και οργη τω λαω τουτω 24και πεσουνται στοματι μαχαιρης και αιχμαλωτισθησονται εις τα εθνη παντα και ιερουσαλημ εσται πατουμενη υπο εθνων αχρις ου πληρωθωσιν [και εσονται] καιροι εθνων 25και εσονται σημεια εν ηλιω και σεληνη και αστροις και επι της γης συνοχη εθνων εν απορια ηχους θαλασσης και σαλου 26αποψυχοντων ανθρωπων απο φοβου και προσδοκιας των επερχομενων τη οικουμενη αι γαρ δυναμεις των ουρανων σαλευθησονται 27και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεως και δοξης πολλης 28αρχομενων δε τουτων γινεσθαι ανακυψατε και επαρατε τας κεφαλας υμων διοτι εγγιζει η απολυτρωσις υμων 29και ειπεν παραβολην αυτοις ιδετε την συκην και παντα τα δενδρα 30οταν προβαλωσιν ηδη βλεποντες αφ εαυτων γινωσκετε οτι ηδη εγγυς το θερος εστιν 31ουτως και υμεις οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυς εστιν η βασιλεια του θεου 32αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως [αν] παντα γενηται 33ο ουρανος και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελευσονται 34προσεχετε δε εαυτοις μηποτε βαρηθωσιν αι καρδιαι υμων εν κραιπαλη και μεθη και μεριμναις βιωτικαις και επιστη εφ υμας αιφνιδιος η ημερα εκεινη 35ως παγις επεισελευσεται γαρ επι παντας τους καθημενους επι προσωπον πασης της γης 36αγρυπνειτε δε εν παντι καιρω δεομενοι ινα κατισχυσητε εκφυγειν ταυτα παντα τα μελλοντα γινεσθαι και σταθηναι εμπροσθεν του υιου του ανθρωπου 37ην δε τας ημερας εν τω ιερω διδασκων τας δε νυκτας εξερχομενος ηυλιζετο εις το ορος το καλουμενον ελαιων 38και πας ο λαος ωρθριζεν προς αυτον εν τω ιερω ακουειν αυτου

« Prev Luke 21 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |