« Prev Luke 20 Next »

Chapter 20

1και εγενετο εν μια των ημερων διδασκοντος αυτου τον λαον εν τω ιερω και ευαγγελιζομενου επεστησαν οι αρχιερεις και οι γραμματεις συν τοις πρεσβυτεροις 2και ειπαν λεγοντες προς αυτον ειπον ημιν εν ποια εξουσια ταυτα ποιεις η τις εστιν ο δους σοι την εξουσιαν ταυτην 3αποκριθεις δε ειπεν προς αυτους ερωτησω υμας καγω λογον και ειπατε μοι 4το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων 5οι δε συνελογισαντο προς εαυτους λεγοντες οτι εαν ειπωμεν εξ ουρανου ερει δια τι ουκ επιστευσατε αυτω 6εαν δε ειπωμεν εξ ανθρωπων ο λαος απας καταλιθασει ημας πεπεισμενος γαρ εστιν ιωαννην προφητην ειναι 7και απεκριθησαν μη ειδεναι ποθεν 8και ο ιησους ειπεν αυτοις ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω 9ηρξατο δε προς τον λαον λεγειν την παραβολην ταυτην ανθρωπος εφυτευσεν αμπελωνα και εξεδετο αυτον γεωργοις και απεδημησεν χρονους ικανους 10και καιρω απεστειλεν προς τους γεωργους δουλον ινα απο του καρπου του αμπελωνος δωσουσιν αυτω οι δε γεωργοι εξαπεστειλαν αυτον δειραντες κενον 11και προσεθετο ετερον πεμψαι δουλον οι δε κακεινον δειραντες και ατιμασαντες εξαπεστειλαν κενον 12και προσεθετο τριτον πεμψαι οι δε και τουτον τραυματισαντες εξεβαλον 13ειπεν δε ο κυριος του αμπελωνος τι ποιησω πεμψω τον υιον μου τον αγαπητον ισως τουτον εντραπησονται 14ιδοντες δε αυτον οι γεωργοι διελογιζοντο προς αλληλους λεγοντες ουτος εστιν ο κληρονομος αποκτεινωμεν αυτον ινα ημων γενηται η κληρονομια 15και εκβαλοντες αυτον εξω του αμπελωνος απεκτειναν τι ουν ποιησει αυτοις ο κυριος του αμπελωνος 16ελευσεται και απολεσει τους γεωργους τουτους και δωσει τον αμπελωνα αλλοις ακουσαντες δε ειπαν μη γενοιτο 17ο δε εμβλεψας αυτοις ειπεν τι ουν εστιν το γεγραμμενον τουτο λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας 18πας ο πεσων επ εκεινον τον λιθον συνθλασθησεται εφ ον δ αν πεση λικμησει αυτον 19και εζητησαν οι γραμματεις και οι αρχιερεις επιβαλειν επ αυτον τας χειρας εν αυτη τη ωρα και εφοβηθησαν τον λαον εγνωσαν γαρ οτι προς αυτους ειπεν την παραβολην ταυτην 20και παρατηρησαντες απεστειλαν εγκαθετους υποκρινομενους εαυτους δικαιους ειναι ινα επιλαβωνται αυτου λογου ωστε παραδουναι αυτον τη αρχη και τη εξουσια του ηγεμονος 21και επηρωτησαν αυτον λεγοντες διδασκαλε οιδαμεν οτι ορθως λεγεις και διδασκεις και ου λαμβανεις προσωπον αλλ επ αληθειας την οδον του θεου διδασκεις 22εξεστιν ημας καισαρι φορον δουναι η ου 23κατανοησας δε αυτων την πανουργιαν ειπεν προς αυτους 24δειξατε μοι δηναριον τινος εχει εικονα και επιγραφην οι δε ειπαν καισαρος 25ο δε ειπεν προς αυτους τοινυν αποδοτε τα καισαρος καισαρι και τα του θεου τω θεω 26και ουκ ισχυσαν επιλαβεσθαι του ρηματος εναντιον του λαου και θαυμασαντες επι τη αποκρισει αυτου εσιγησαν 27προσελθοντες δε τινες των σαδδουκαιων οι λεγοντες αναστασιν μη ειναι επηρωτησαν αυτον 28λεγοντες διδασκαλε μωυσης εγραψεν ημιν εαν τινος αδελφος αποθανη εχων γυναικα και ουτος ατεκνος η ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου 29επτα ουν αδελφοι ησαν και ο πρωτος λαβων γυναικα απεθανεν ατεκνος 30και ο δευτερος 31και ο τριτος ελαβεν αυτην ωσαυτως δε και οι επτα ου κατελιπον τεκνα και απεθανον 32υστερον και η γυνη απεθανεν 33η γυνη ουν εν τη αναστασει τινος αυτων γινεται γυνη οι γαρ επτα εσχον αυτην γυναικα 34και ειπεν αυτοις ο ιησους οι υιοι του αιωνος τουτου γαμουσιν και γαμισκονται 35οι δε καταξιωθεντες του αιωνος εκεινου τυχειν και της αναστασεως της εκ νεκρων ουτε γαμουσιν ουτε γαμιζονται 36ουδε γαρ αποθανειν ετι δυνανται ισαγγελοι γαρ εισιν και υιοι εισιν θεου της αναστασεως υιοι οντες 37οτι δε εγειρονται οι νεκροι και μωυσης εμηνυσεν επι της βατου ως λεγει κυριον τον θεον αβρααμ και θεον ισαακ και θεον ιακωβ 38θεος δε ουκ εστιν νεκρων αλλα ζωντων παντες γαρ αυτω ζωσιν 39αποκριθεντες δε τινες των γραμματεων ειπαν διδασκαλε καλως ειπας 40ουκετι γαρ ετολμων επερωταν αυτον ουδεν 41ειπεν δε προς αυτους πως λεγουσιν τον χριστον ειναι δαυιδ υιον 42αυτος γαρ δαυιδ λεγει εν βιβλω ψαλμων ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου 43εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου 44δαυιδ ουν αυτον κυριον καλει και πως αυτου υιος εστιν 45ακουοντος δε παντος του λαου ειπεν τοις μαθηταις 46προσεχετε απο των γραμματεων των θελοντων περιπατειν εν στολαις και φιλουντων ασπασμους εν ταις αγοραις και πρωτοκαθεδριας εν ταις συναγωγαις και πρωτοκλισιας εν τοις δειπνοις 47οι κατεσθιουσιν τας οικιας των χηρων και προφασει μακρα προσευχονται ουτοι λημψονται περισσοτερον κριμα

« Prev Luke 20 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |