« Prev Luke 19 Next »

Chapter 19

1και εισελθων διηρχετο την ιεριχω 2και ιδου ανηρ ονοματι καλουμενος ζακχαιος και αυτος ην αρχιτελωνης και αυτος πλουσιος 3και εζητει ιδειν τον ιησουν τις εστιν και ουκ ηδυνατο απο του οχλου οτι τη ηλικια μικρος ην 4και προδραμων εις το εμπροσθεν ανεβη επι συκομορεαν ινα ιδη αυτον οτι εκεινης ημελλεν διερχεσθαι 5και ως ηλθεν επι τον τοπον αναβλεψας [ο] ιησους ειπεν προς αυτον ζακχαιε σπευσας καταβηθι σημερον γαρ εν τω οικω σου δει με μειναι 6και σπευσας κατεβη και υπεδεξατο αυτον χαιρων 7και ιδοντες παντες διεγογγυζον λεγοντες οτι παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι 8σταθεις δε ζακχαιος ειπεν προς τον κυριον ιδου τα ημισια μου των υπαρχοντων κυριε [τοις] πτωχοις διδωμι και ει τινος τι εσυκοφαντησα αποδιδωμι τετραπλουν 9ειπεν δε προς αυτον [ο] ιησους οτι σημερον σωτηρια τω οικω τουτω εγενετο καθοτι και αυτος υιος αβρααμ [εστιν] 10ηλθεν γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος 11ακουοντων δε αυτων ταυτα προσθεις ειπεν παραβολην δια το εγγυς ειναι ιερουσαλημ αυτον και δοκειν αυτους οτι παραχρημα μελλει η βασιλεια του θεου αναφαινεσθαι 12ειπεν ουν ανθρωπος τις ευγενης επορευθη εις χωραν μακραν λαβειν εαυτω βασιλειαν και υποστρεψαι 13καλεσας δε δεκα δουλους εαυτου εδωκεν αυτοις δεκα μνας και ειπεν προς αυτους πραγματευσασθαι εν ω ερχομαι 14οι δε πολιται αυτου εμισουν αυτον και απεστειλαν πρεσβειαν οπισω αυτου λεγοντες ου θελομεν τουτον βασιλευσαι εφ ημας 15και εγενετο εν τω επανελθειν αυτον λαβοντα την βασιλειαν και ειπεν φωνηθηναι αυτω τους δουλους τουτους οις δεδωκει το αργυριον ινα γνοι τι διεπραγματευσαντο 16παρεγενετο δε ο πρωτος λεγων κυριε η μνα σου δεκα προσηργασατο μνας 17και ειπεν αυτω ευγε αγαθε δουλε οτι εν ελαχιστω πιστος εγενου ισθι εξουσιαν εχων επανω δεκα πολεων 18και ηλθεν ο δευτερος λεγων η μνα σου κυριε εποιησεν πεντε μνας 19ειπεν δε και τουτω και συ επανω γινου πεντε πολεων 20και ο ετερος ηλθεν λεγων κυριε ιδου η μνα σου ην ειχον αποκειμενην εν σουδαριω 21εφοβουμην γαρ σε οτι ανθρωπος αυστηρος ει αιρεις ο ουκ εθηκας και θεριζεις ο ουκ εσπειρας 22λεγει αυτω εκ του στοματος σου κρινω σε πονηρε δουλε ηδεις οτι εγω ανθρωπος αυστηρος ειμι αιρων ο ουκ εθηκα και θεριζων ο ουκ εσπειρα 23και δια τι ουκ εδωκας μου το αργυριον επι τραπεζαν καγω ελθων συν τοκω αν αυτο επραξα 24και τοις παρεστωσιν ειπεν αρατε απ αυτου την μναν και δοτε τω τας δεκα μνας εχοντι 25και ειπαν αυτω κυριε εχει δεκα μνας 26λεγω υμιν οτι παντι τω εχοντι δοθησεται απο δε του μη εχοντος και ο εχει αρθησεται 27πλην τους εχθρους μου τουτους τους μη θελησαντας με βασιλευσαι επ αυτους αγαγετε ωδε και κατασφαξατε αυτους εμπροσθεν μου 28και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εις ιεροσολυμα 29και εγενετο ως ηγγισεν εις βηθφαγη και βηθανια προς το ορος το καλουμενον ελαιων απεστειλεν δυο των μαθητων 30λεγων υπαγετε εις την κατεναντι κωμην εν η εισπορευομενοι ευρησετε πωλον δεδεμενον εφ ον ουδεις πωποτε ανθρωπων εκαθισεν και λυσαντες αυτον αγαγετε 31και εαν τις υμας ερωτα δια τι λυετε ουτως ερειτε οτι ο κυριος αυτου χρειαν εχει 32απελθοντες δε οι απεσταλμενοι ευρον καθως ειπεν αυτοις 33λυοντων δε αυτων τον πωλον ειπαν οι κυριοι αυτου προς αυτους τι λυετε τον πωλον 34οι δε ειπαν οτι ο κυριος αυτου χρειαν εχει 35και ηγαγον αυτον προς τον ιησουν και επιριψαντες αυτων τα ιματια επι τον πωλον επεβιβασαν τον ιησουν 36πορευομενου δε αυτου υπεστρωννυον τα ιματια εαυτων εν τη οδω 37εγγιζοντος δε αυτου ηδη προς τη καταβασει του ορους των ελαιων ηρξαντο απαν το πληθος των μαθητων χαιροντες αινειν τον θεον φωνη μεγαλη περι πασων ων ειδον δυναμεων 38λεγοντες ευλογημενος ο ερχομενος ο βασιλευς εν ονοματι κυριου εν ουρανω ειρηνη και δοξα εν υψιστοις 39και τινες των φαρισαιων απο του οχλου ειπαν προς αυτον διδασκαλε επιτιμησον τοις μαθηταις σου 40και αποκριθεις ειπεν λεγω υμιν εαν ουτοι σιωπησουσιν οι λιθοι κραξουσιν 41και ως ηγγισεν ιδων την πολιν εκλαυσεν επ αυτην 42λεγων οτι ει εγνως εν τη ημερα ταυτη και συ τα προς ειρηνην νυν δε εκρυβη απο οφθαλμων σου 43οτι ηξουσιν ημεραι επι σε και παρεμβαλουσιν οι εχθροι σου χαρακα σοι και περικυκλωσουσιν σε και συνεξουσιν σε παντοθεν 44και εδαφιουσιν σε και τα τεκνα σου εν σοι και ουκ αφησουσιν λιθον επι λιθον εν σοι ανθ ων ουκ εγνως τον καιρον της επισκοπης σου 45και εισελθων εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας 46λεγων αυτοις γεγραπται και εσται ο οικος μου οικος προσευχης υμεις δε αυτον εποιησατε σπηλαιον ληστων 47και ην διδασκων το καθ ημεραν εν τω ιερω οι δε αρχιερεις και οι γραμματεις εζητουν αυτον απολεσαι και οι πρωτοι του λαου 48και ουχ ευρισκον το τι ποιησωσιν ο λαος γαρ απας εξεκρεματο αυτου ακουων

« Prev Luke 19 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |