« Prev Luke 18 Next »

Chapter 18

1ελεγεν δε παραβολην αυτοις προς το δειν παντοτε προσευχεσθαι αυτους και μη εγκακειν 2λεγων κριτης τις ην εν τινι πολει τον θεον μη φοβουμενος και ανθρωπον μη εντρεπομενος 3χηρα δε ην εν τη πολει εκεινη και ηρχετο προς αυτον λεγουσα εκδικησον με απο του αντιδικου μου 4και ουκ ηθελεν επι χρονον μετα ταυτα δε ειπεν εν εαυτω ει και τον θεον ου φοβουμαι ουδε ανθρωπον εντρεπομαι 5δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην ινα μη εις τελος ερχομενη υπωπιαζη με 6ειπεν δε ο κυριος ακουσατε τι ο κριτης της αδικιας λεγει 7ο δε θεος ου μη ποιηση την εκδικησιν των εκλεκτων αυτου των βοωντων αυτω ημερας και νυκτος και μακροθυμει επ αυτοις 8λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει πλην ο υιος του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι της γης 9ειπεν δε και προς τινας τους πεποιθοτας εφ εαυτοις οτι εισιν δικαιοι και εξουθενουντας τους λοιπους την παραβολην ταυτην 10ανθρωποι δυο ανεβησαν εις το ιερον προσευξασθαι εις φαρισαιος και ο ετερος τελωνης 11ο φαρισαιος σταθεις ταυτα προς εαυτον προσηυχετο ο θεος ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων αρπαγες αδικοι μοιχοι η και ως ουτος ο τελωνης 12νηστευω δις του σαββατου αποδεκατευω παντα οσα κτωμαι 13ο δε τελωνης μακροθεν εστως ουκ ηθελεν ουδε τους οφθαλμους επαραι εις τον ουρανον αλλ ετυπτεν το στηθος εαυτου λεγων ο θεος ιλασθητι μοι τω αμαρτωλω 14λεγω υμιν κατεβη ουτος δεδικαιωμενος εις τον οικον αυτου παρ εκεινον οτι πας ο υψων εαυτον ταπεινωθησεται ο δε ταπεινων εαυτον υψωθησεται 15προσεφερον δε αυτω και τα βρεφη ινα αυτων απτηται ιδοντες δε οι μαθηται επετιμων αυτοις 16ο δε ιησους προσεκαλεσατο [αυτα] λεγων αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου 17αμην λεγω υμιν ος αν μη δεξηται την βασιλειαν του θεου ως παιδιον ου μη εισελθη εις αυτην 18και επηρωτησεν τις αυτον αρχων λεγων διδασκαλε αγαθε τι ποιησας ζωην αιωνιον κληρονομησω 19ειπεν δε αυτω ο ιησους τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις [ο] θεος 20τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης τιμα τον πατερα σου και την μητερα 21ο δε ειπεν ταυτα παντα εφυλαξα εκ νεοτητος 22ακουσας δε ο ιησους ειπεν αυτω ετι εν σοι λειπει παντα οσα εχεις πωλησον και διαδος πτωχοις και εξεις θησαυρον εν [τοις] ουρανοις και δευρο ακολουθει μοι 23ο δε ακουσας ταυτα περιλυπος εγενηθη ην γαρ πλουσιος σφοδρα 24ιδων δε αυτον [ο] ιησους ειπεν πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισπορευονται 25ευκοπωτερον γαρ εστιν καμηλον δια τρηματος βελονης εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν 26ειπαν δε οι ακουσαντες και τις δυναται σωθηναι 27ο δε ειπεν τα αδυνατα παρα ανθρωποις δυνατα παρα τω θεω εστιν 28ειπεν δε ο πετρος ιδου ημεις αφεντες τα ιδια ηκολουθησαμεν σοι 29ο δε ειπεν αυτοις αμην λεγω υμιν οτι ουδεις εστιν ος αφηκεν οικιαν η γυναικα η αδελφους η γονεις η τεκνα ενεκεν της βασιλειας του θεου 30ος ουχι μη λαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον 31παραλαβων δε τους δωδεκα ειπεν προς αυτους ιδου αναβαινομεν εις ιερουσαλημ και τελεσθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου 32παραδοθησεται γαρ τοις εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται 33και μαστιγωσαντες αποκτενουσιν αυτον και τη ημερα τη τριτη αναστησεται 34και αυτοι ουδεν τουτων συνηκαν και ην το ρημα τουτο κεκρυμμενον απ αυτων και ουκ εγινωσκον τα λεγομενα 35εγενετο δε εν τω εγγιζειν αυτον εις ιεριχω τυφλος τις εκαθητο παρα την οδον επαιτων 36ακουσας δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο 37απηγγειλαν δε αυτω οτι ιησους ο ναζωραιος παρερχεται 38και εβοησεν λεγων ιησου υιε δαυιδ ελεησον με 39και οι προαγοντες επετιμων αυτω ινα σιγηση αυτος δε πολλω μαλλον εκραζεν υιε δαυιδ ελεησον με 40σταθεις δε ιησους εκελευσεν αυτον αχθηναι προς αυτον εγγισαντος δε αυτου επηρωτησεν αυτον 41τι σοι θελεις ποιησω ο δε ειπεν κυριε ινα αναβλεψω 42και ο ιησους ειπεν αυτω αναβλεψον η πιστις σου σεσωκεν σε 43και παραχρημα ανεβλεψεν και ηκολουθει αυτω δοξαζων τον θεον και πας ο λαος ιδων εδωκεν αινον τω θεω

« Prev Luke 18 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |