« Prev Luke 16 Next »

Chapter 16

1ελεγεν δε και προς τους μαθητας ανθρωπος τις ην πλουσιος ος ειχεν οικονομον και ουτος διεβληθη αυτω ως διασκορπιζων τα υπαρχοντα αυτου 2και φωνησας αυτον ειπεν αυτω τι τουτο ακουω περι σου αποδος τον λογον της οικονομιας σου ου γαρ δυνη ετι οικονομειν 3ειπεν δε εν εαυτω ο οικονομος τι ποιησω οτι ο κυριος μου αφαιρειται την οικονομιαν απ εμου σκαπτειν ουκ ισχυω επαιτειν αισχυνομαι 4εγνων τι ποιησω ινα οταν μετασταθω εκ της οικονομιας δεξωνται με εις τους οικους εαυτων 5και προσκαλεσαμενος ενα εκαστον των χρεοφειλετων του κυριου εαυτου ελεγεν τω πρωτω ποσον οφειλεις τω κυριω μου 6ο δε ειπεν εκατον βατους ελαιου ο δε ειπεν αυτω δεξαι σου τα γραμματα και καθισας ταχεως γραψον πεντηκοντα 7επειτα ετερω ειπεν συ δε ποσον οφειλεις ο δε ειπεν εκατον κορους σιτου λεγει αυτω δεξαι σου τα γραμματα και γραψον ογδοηκοντα 8και επηνεσεν ο κυριος τον οικονομον της αδικιας οτι φρονιμως εποιησεν οτι οι υιοι του αιωνος τουτου φρονιμωτεροι υπερ τους υιους του φωτος εις την γενεαν την εαυτων εισιν 9και εγω υμιν λεγω εαυτοις ποιησατε φιλους εκ του μαμωνα της αδικιας ινα οταν εκλιπη δεξωνται υμας εις τας αιωνιους σκηνας 10ο πιστος εν ελαχιστω και εν πολλω πιστος εστιν και ο εν ελαχιστω αδικος και εν πολλω αδικος εστιν 11ει ουν εν τω αδικω μαμωνα πιστοι ουκ εγενεσθε το αληθινον τις υμιν πιστευσει 12και ει εν τω αλλοτριω πιστοι ουκ εγενεσθε το ημετερον τις δωσει υμιν 13ουδεις οικετης δυναται δυσι κυριοις δουλευειν η γαρ τον ενα μισησει και τον ετερον αγαπησει η ενος ανθεξεται και του ετερου καταφρονησει ου δυνασθε θεω δουλευειν και μαμωνα 14ηκουον δε ταυτα παντα οι φαρισαιοι φιλαργυροι υπαρχοντες και εξεμυκτηριζον αυτον 15και ειπεν αυτοις υμεις εστε οι δικαιουντες εαυτους ενωπιον των ανθρωπων ο δε θεος γινωσκει τας καρδιας υμων οτι το εν ανθρωποις υψηλον βδελυγμα ενωπιον του θεου 16ο νομος και οι προφηται μεχρι ιωαννου απο τοτε η βασιλεια του θεου ευαγγελιζεται και πας εις αυτην βιαζεται 17ευκοπωτερον δε εστιν τον ουρανον και την γην παρελθειν η του νομου μιαν κεραιαν πεσειν 18πας ο απολυων την γυναικα αυτου και γαμων ετεραν μοιχευει και ο απολελυμενην απο ανδρος γαμων μοιχευει 19ανθρωπος δε τις ην πλουσιος και ενεδιδυσκετο πορφυραν και βυσσον ευφραινομενος καθ ημεραν λαμπρως 20πτωχος δε τις ονοματι λαζαρος εβεβλητο προς τον πυλωνα αυτου ειλκωμενος 21και επιθυμων χορτασθηναι απο των πιπτοντων απο της τραπεζης του πλουσιου αλλα και οι κυνες ερχομενοι επελειχον τα ελκη αυτου 22εγενετο δε αποθανειν τον πτωχον και απενεχθηναι αυτον υπο των αγγελων εις τον κολπον αβρααμ απεθανεν δε και ο πλουσιος και εταφη 23και εν τω αδη επαρας τους οφθαλμους αυτου υπαρχων εν βασανοις ορα αβρααμ απο μακροθεν και λαζαρον εν τοις κολποις αυτου 24και αυτος φωνησας ειπεν πατερ αβρααμ ελεησον με και πεμψον λαζαρον ινα βαψη το ακρον του δακτυλου αυτου υδατος και καταψυξη την γλωσσαν μου οτι οδυνωμαι εν τη φλογι ταυτη 25ειπεν δε αβρααμ τεκνον μνησθητι οτι απελαβες τα αγαθα σου εν τη ζωη σου και λαζαρος ομοιως τα κακα νυν δε ωδε παρακαλειται συ δε οδυνασαι 26και εν πασιν τουτοις μεταξυ ημων και υμων χασμα μεγα εστηρικται οπως οι θελοντες διαβηναι ενθεν προς υμας μη δυνωνται μηδε εκειθεν προς ημας διαπερωσιν 27ειπεν δε ερωτω σε ουν πατερ ινα πεμψης αυτον εις τον οικον του πατρος μου 28εχω γαρ πεντε αδελφους οπως διαμαρτυρηται αυτοις ινα μη και αυτοι ελθωσιν εις τον τοπον τουτον της βασανου 29λεγει δε αβρααμ εχουσιν μωυσεα και τους προφητας ακουσατωσαν αυτων 30ο δε ειπεν ουχι πατερ αβρααμ αλλ εαν τις απο νεκρων πορευθη προς αυτους μετανοησουσιν 31ειπεν δε αυτω ει μωυσεως και των προφητων ουκ ακουουσιν ουδ εαν τις εκ νεκρων αναστη πεισθησονται

« Prev Luke 16 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |