« Prev Luke 17 Next »

Chapter 17

1ειπεν δε προς τους μαθητας αυτου ανενδεκτον εστιν του τα σκανδαλα μη ελθειν πλην ουαι δι ου ερχεται 2λυσιτελει αυτω ει λιθος μυλικος περικειται περι τον τραχηλον αυτου και ερριπται εις την θαλασσαν η ινα σκανδαλιση των μικρων τουτων ενα 3προσεχετε εαυτοις εαν αμαρτη ο αδελφος σου επιτιμησον αυτω και εαν μετανοηση αφες αυτω 4και εαν επτακις της ημερας αμαρτηση εις σε και επτακις επιστρεψη προς σε λεγων μετανοω αφησεις αυτω 5και ειπαν οι αποστολοι τω κυριω προσθες ημιν πιστιν 6ειπεν δε ο κυριος ει εχετε πιστιν ως κοκκον σιναπεως ελεγετε αν τη συκαμινω [ταυτη] εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν 7τις δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα ος εισελθοντι εκ του αγρου ερει αυτω ευθεως παρελθων αναπεσε 8αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενος διακονει μοι εως φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ 9μη εχει χαριν τω δουλω οτι εποιησεν τα διαταχθεντα 10ουτως και υμεις οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν ο ωφειλομεν ποιησαι πεποιηκαμεν 11και εγενετο εν τω πορευεσθαι εις ιερουσαλημ και αυτος διηρχετο δια μεσον σαμαρειας και γαλιλαιας 12και εισερχομενου αυτου εις τινα κωμην απηντησαν δεκα λεπροι ανδρες οι ανεστησαν πορρωθεν 13και αυτοι ηραν φωνην λεγοντες ιησου επιστατα ελεησον ημας 14και ιδων ειπεν αυτοις πορευθεντες επιδειξατε εαυτους τοις ιερευσιν και εγενετο εν τω υπαγειν αυτους εκαθαρισθησαν 15εις δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνης μεγαλης δοξαζων τον θεον 16και επεσεν επι προσωπον παρα τους ποδας αυτου ευχαριστων αυτω και αυτος ην σαμαριτης 17αποκριθεις δε ο ιησους ειπεν ουχ οι δεκα εκαθαρισθησαν οι [δε] εννεα που 18ουχ ευρεθησαν υποστρεψαντες δουναι δοξαν τω θεω ει μη ο αλλογενης ουτος 19και ειπεν αυτω αναστας πορευου η πιστις σου σεσωκεν σε 20επερωτηθεις δε υπο των φαρισαιων ποτε ερχεται η βασιλεια του θεου απεκριθη αυτοις και ειπεν ουκ ερχεται η βασιλεια του θεου μετα παρατηρησεως 21ουδε ερουσιν ιδου ωδε η εκει ιδου γαρ η βασιλεια του θεου εντος υμων εστιν 22ειπεν δε προς τους μαθητας ελευσονται ημεραι οτε επιθυμησετε μιαν των ημερων του υιου του ανθρωπου ιδειν και ουκ οψεσθε 23και ερουσιν υμιν ιδου εκει η ιδου ωδε μη [απελθητε μηδε] διωξητε 24ωσπερ γαρ η αστραπη αστραπτουσα εκ της υπο τον ουρανον εις την υπ ουρανον λαμπει ουτως εσται ο υιος του ανθρωπου 25πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο της γενεας ταυτης 26και καθως εγενετο εν ταις ημεραις νωε ουτως εσται και εν ταις ημεραις του υιου του ανθρωπου 27ησθιον επινον εγαμουν εγαμιζοντο αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον και ηλθεν ο κατακλυσμος και απωλεσεν παντας 28ομοιως καθως εγενετο εν ταις ημεραις λωτ ησθιον επινον ηγοραζον επωλουν εφυτευον ωκοδομουν 29η δε ημερα εξηλθεν λωτ απο σοδομων εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν παντας 30κατα τα αυτα εσται η ημερα ο υιος του ανθρωπου αποκαλυπτεται 31εν εκεινη τη ημερα ος εσται επι του δωματος και τα σκευη αυτου εν τη οικια μη καταβατω αραι αυτα και ο εν αγρω ομοιως μη επιστρεψατω εις τα οπισω 32μνημονευετε της γυναικος λωτ 33ος εαν ζητηση την ψυχην αυτου περιποιησασθαι απολεσει αυτην ος δ αν απολεσει ζωογονησει αυτην 34λεγω υμιν ταυτη τη νυκτι εσονται δυο επι κλινης [μιας] ο εις παραλημφθησεται και ο ετερος αφεθησεται 35εσονται δυο αληθουσαι επι το αυτο η μια παραλημφθησεται η δε ετερα αφεθησεται 36 37και αποκριθεντες λεγουσιν αυτω που κυριε ο δε ειπεν αυτοις οπου το σωμα εκει και οι αετοι επισυναχθησονται

« Prev Luke 17 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |