« Prev Luke 15 Next »

Chapter 15

1ησαν δε αυτω εγγιζοντες παντες οι τελωναι και οι αμαρτωλοι ακουειν αυτου 2και διεγογγυζον οι τε φαρισαιοι και οι γραμματεις λεγοντες οτι ουτος αμαρτωλους προσδεχεται και συνεσθιει αυτοις 3ειπεν δε προς αυτους την παραβολην ταυτην λεγων 4τις ανθρωπος εξ υμων εχων εκατον προβατα και απολεσας εξ αυτων εν ου καταλειπει τα ενενηκοντα εννεα εν τη ερημω και πορευεται επι το απολωλος εως ευρη αυτο 5και ευρων επιτιθησιν επι τους ωμους αυτου χαιρων 6και ελθων εις τον οικον συγκαλει τους φιλους και τους γειτονας λεγων αυτοις συγχαρητε μοι οτι ευρον το προβατον μου το απολωλος 7λεγω υμιν οτι ουτως χαρα εν τω ουρανω εσται επι ενι αμαρτωλω μετανοουντι η επι ενενηκοντα εννεα δικαιοις οιτινες ου χρειαν εχουσιν μετανοιας 8η τις γυνη δραχμας εχουσα δεκα εαν απολεση δραχμην μιαν ουχι απτει λυχνον και σαροι την οικιαν και ζητει επιμελως εως ου ευρη 9και ευρουσα συγκαλει τας φιλας και γειτονας λεγουσα συγχαρητε μοι οτι ευρον την δραχμην ην απωλεσα 10ουτως λεγω υμιν γινεται χαρα ενωπιον των αγγελων του θεου επι ενι αμαρτωλω μετανοουντι 11ειπεν δε ανθρωπος τις ειχεν δυο υιους 12και ειπεν ο νεωτερος αυτων τω πατρι πατερ δος μοι το επιβαλλον μερος της ουσιας ο δε διειλεν αυτοις τον βιον 13και μετ ου πολλας ημερας συναγαγων παντα ο νεωτερος υιος απεδημησεν εις χωραν μακραν και εκει διεσκορπισεν την ουσιαν αυτου ζων ασωτως 14δαπανησαντος δε αυτου παντα εγενετο λιμος ισχυρα κατα την χωραν εκεινην και αυτος ηρξατο υστερεισθαι 15και πορευθεις εκολληθη ενι των πολιτων της χωρας εκεινης και επεμψεν αυτον εις τους αγρους αυτου βοσκειν χοιρους 16και επεθυμει χορτασθηναι εκ των κερατιων ων ησθιον οι χοιροι και ουδεις εδιδου αυτω 17εις εαυτον δε ελθων εφη ποσοι μισθιοι του πατρος μου περισσευονται αρτων εγω δε λιμω ωδε απολλυμαι 18αναστας πορευσομαι προς τον πατερα μου και ερω αυτω πατερ ημαρτον εις τον ουρανον και ενωπιον σου 19ουκετι ειμι αξιος κληθηναι υιος σου ποιησον με ως ενα των μισθιων σου 20και αναστας ηλθεν προς τον πατερα εαυτου ετι δε αυτου μακραν απεχοντος ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον 21ειπεν δε ο υιος αυτω πατερ ημαρτον εις τον ουρανον και ενωπιον σου ουκετι ειμι αξιος κληθηναι υιος σου [ποιησον με ως ενα των μισθιων σου] 22ειπεν δε ο πατηρ προς τους δουλους αυτου ταχυ εξενεγκατε στολην την πρωτην και ενδυσατε αυτον και δοτε δακτυλιον εις την χειρα αυτου και υποδηματα εις τους ποδας 23και φερετε τον μοσχον τον σιτευτον θυσατε και φαγοντες ευφρανθωμεν 24οτι ουτος ο υιος μου νεκρος ην και ανεζησεν ην απολωλως και ευρεθη και ηρξαντο ευφραινεσθαι 25ην δε ο υιος αυτου ο πρεσβυτερος εν αγρω και ως ερχομενος ηγγισεν τη οικια ηκουσεν συμφωνιας και χορων 26και προσκαλεσαμενος ενα των παιδων επυνθανετο τι αν ειη ταυτα 27ο δε ειπεν αυτω οτι ο αδελφος σου ηκει και εθυσεν ο πατηρ σου τον μοσχον τον σιτευτον οτι υγιαινοντα αυτον απελαβεν 28ωργισθη δε και ουκ ηθελεν εισελθειν ο δε πατηρ αυτου εξελθων παρεκαλει αυτον 29ο δε αποκριθεις ειπεν τω πατρι αυτου ιδου τοσαυτα ετη δουλευω σοι και ουδεποτε εντολην σου παρηλθον και εμοι ουδεποτε εδωκας εριφον ινα μετα των φιλων μου ευφρανθω 30οτε δε ο υιος σου ουτος ο καταφαγων σου τον βιον μετα πορνων ηλθεν εθυσας αυτω τον σιτευτον μοσχον 31ο δε ειπεν αυτω τεκνον συ παντοτε μετ εμου ει και παντα τα εμα σα εστιν 32ευφρανθηναι δε και χαρηναι εδει οτι ο αδελφος σου ουτος νεκρος ην και εζησεν και απολωλως και ευρεθη

« Prev Luke 15 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |