« Prev Acts 8 Next »

Chapter 8

1σαυλος δε ην συνευδοκων τη αναιρεσει αυτου εγενετο δε εν εκεινη τη ημερα διωγμος μεγας επι την εκκλησιαν την εν ιεροσολυμοις παντες [δε] διεσπαρησαν κατα τας χωρας της ιουδαιας και σαμαρειας πλην των αποστολων 2συνεκομισαν δε τον στεφανον ανδρες ευλαβεις και εποιησαν κοπετον μεγαν επ αυτω 3σαυλος δε ελυμαινετο την εκκλησιαν κατα τους οικους εισπορευομενος συρων τε ανδρας και γυναικας παρεδιδου εις φυλακην 4οι μεν ουν διασπαρεντες διηλθον ευαγγελιζομενοι τον λογον 5φιλιππος δε κατελθων εις την πολιν της σαμαρειας εκηρυσσεν αυτοις τον χριστον 6προσειχον δε οι οχλοι τοις λεγομενοις υπο του φιλιππου ομοθυμαδον εν τω ακουειν αυτους και βλεπειν τα σημεια α εποιει 7πολλοι γαρ των εχοντων πνευματα ακαθαρτα βοωντα φωνη μεγαλη εξηρχοντο πολλοι δε παραλελυμενοι και χωλοι εθεραπευθησαν 8εγενετο δε πολλη χαρα εν τη πολει εκεινη 9ανηρ δε τις ονοματι σιμων προυπηρχεν εν τη πολει μαγευων και εξιστανων το εθνος της σαμαρειας λεγων ειναι τινα εαυτον μεγαν 10ω προσειχον παντες απο μικρου εως μεγαλου λεγοντες ουτος εστιν η δυναμις του θεου η καλουμενη μεγαλη 11προσειχον δε αυτω δια το ικανω χρονω ταις μαγειαις εξεστακεναι αυτους 12οτε δε επιστευσαν τω φιλιππω ευαγγελιζομενω περι της βασιλειας του θεου και του ονοματος ιησου χριστου εβαπτιζοντο ανδρες τε και γυναικες 13ο δε σιμων και αυτος επιστευσεν και βαπτισθεις ην προσκαρτερων τω φιλιππω θεωρων τε σημεια και δυναμεις μεγαλας γινομενας εξιστατο 14ακουσαντες δε οι εν ιεροσολυμοις αποστολοι οτι δεδεκται η σαμαρεια τον λογον του θεου απεστειλαν προς αυτους πετρον και ιωαννην 15οιτινες καταβαντες προσηυξαντο περι αυτων οπως λαβωσιν πνευμα αγιον 16ουδεπω γαρ ην επ ουδενι αυτων επιπεπτωκος μονον δε βεβαπτισμενοι υπηρχον εις το ονομα του κυριου ιησου 17τοτε επετιθεσαν τας χειρας επ αυτους και ελαμβανον πνευμα αγιον 18ιδων δε ο σιμων οτι δια της επιθεσεως των χειρων των αποστολων διδοται το πνευμα προσηνεγκεν αυτοις χρηματα 19λεγων δοτε καμοι την εξουσιαν ταυτην ινα ω εαν επιθω τας χειρας λαμβανη πνευμα αγιον 20πετρος δε ειπεν προς αυτον το αργυριον σου συν σοι ειη εις απωλειαν οτι την δωρεαν του θεου ενομισας δια χρηματων κτασθαι 21ουκ εστιν σοι μερις ουδε κληρος εν τω λογω τουτω η γαρ καρδια σου ουκ εστιν ευθεια εναντι του θεου 22μετανοησον ουν απο της κακιας σου ταυτης και δεηθητι του κυριου ει αρα αφεθησεται σοι η επινοια της καρδιας σου 23εις γαρ χολην πικριας και συνδεσμον αδικιας ορω σε οντα 24αποκριθεις δε ο σιμων ειπεν δεηθητε υμεις υπερ εμου προς τον κυριον οπως μηδεν επελθη επ εμε ων ειρηκατε 25οι μεν ουν διαμαρτυραμενοι και λαλησαντες τον λογον του κυριου υπεστρεφον εις ιεροσολυμα πολλας τε κωμας των σαμαριτων ευηγγελιζοντο 26αγγελος δε κυριου ελαλησεν προς φιλιππον λεγων αναστηθι και πορευου κατα μεσημβριαν επι την οδον την καταβαινουσαν απο ιερουσαλημ εις γαζαν αυτη εστιν ερημος 27και αναστας επορευθη και ιδου ανηρ αιθιοψ ευνουχος δυναστης κανδακης βασιλισσης αιθιοπων ος ην επι πασης της γαζης αυτης [ος] εληλυθει προσκυνησων εις ιερουσαλημ 28ην δε υποστρεφων και καθημενος επι του αρματος αυτου και ανεγινωσκεν τον προφητην ησαιαν 29ειπεν δε το πνευμα τω φιλιππω προσελθε και κολληθητι τω αρματι τουτω 30προσδραμων δε ο φιλιππος ηκουσεν αυτου αναγινωσκοντος ησαιαν τον προφητην και ειπεν αρα γε γινωσκεις α αναγινωσκεις 31ο δε ειπεν πως γαρ αν δυναιμην εαν μη τις οδηγησει με παρεκαλεσεν τε τον φιλιππον αναβαντα καθισαι συν αυτω 32η δε περιοχη της γραφης ην ανεγινωσκεν ην αυτη ως προβατον επι σφαγην ηχθη και ως αμνος εναντιον του κειροντος αυτον αφωνος ουτως ουκ ανοιγει το στομα αυτου 33εν τη ταπεινωσει η κρισις αυτου ηρθη την γενεαν αυτου τις διηγησεται οτι αιρεται απο της γης η ζωη αυτου 34αποκριθεις δε ο ευνουχος τω φιλιππω ειπεν δεομαι σου περι τινος ο προφητης λεγει τουτο περι εαυτου η περι ετερου τινος 35ανοιξας δε ο φιλιππος το στομα αυτου και αρξαμενος απο της γραφης ταυτης ευηγγελισατο αυτω τον ιησουν 36ως δε επορευοντο κατα την οδον ηλθον επι τι υδωρ και φησιν ο ευνουχος ιδου υδωρ τι κωλυει με βαπτισθηναι 37 38και εκελευσεν στηναι το αρμα και κατεβησαν αμφοτεροι εις το υδωρ ο τε φιλιππος και ο ευνουχος και εβαπτισεν αυτον 39οτε δε ανεβησαν εκ του υδατος πνευμα κυριου ηρπασεν τον φιλιππον και ουκ ειδεν αυτον ουκετι ο ευνουχος επορευετο γαρ την οδον αυτου χαιρων 40φιλιππος δε ευρεθη εις αζωτον και διερχομενος ευηγγελιζετο τας πολεις πασας εως του ελθειν αυτον εις καισαρειαν

« Prev Acts 8 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |