« Prev Acts 7 Next »

Chapter 7

1ειπεν δε ο αρχιερευς ει ταυτα ουτως εχει 2ο δε εφη ανδρες αδελφοι και πατερες ακουσατε ο θεος της δοξης ωφθη τω πατρι ημων αβρααμ οντι εν τη μεσοποταμια πριν η κατοικησαι αυτον εν χαρραν 3και ειπεν προς αυτον εξελθε εκ της γης σου και της συγγενειας σου και δευρο εις την γην ην αν σοι δειξω 4τοτε εξελθων εκ γης χαλδαιων κατωκησεν εν χαρραν κακειθεν μετα το αποθανειν τον πατερα αυτου μετωκισεν αυτον εις την γην ταυτην εις ην υμεις νυν κατοικειτε 5και ουκ εδωκεν αυτω κληρονομιαν εν αυτη ουδε βημα ποδος και επηγγειλατο δουναι αυτω εις κατασχεσιν αυτην και τω σπερματι αυτου μετ αυτον ουκ οντος αυτω τεκνου 6ελαλησεν δε ουτως ο θεος οτι εσται το σπερμα αυτου παροικον εν γη αλλοτρια και δουλωσουσιν αυτο και κακωσουσιν ετη τετρακοσια 7και το εθνος ω εαν δουλευσουσιν κρινω εγω ο θεος ειπεν και μετα ταυτα εξελευσονται και λατρευσουσιν μοι εν τω τοπω τουτω 8και εδωκεν αυτω διαθηκην περιτομης και ουτως εγεννησεν τον ισαακ και περιετεμεν αυτον τη ημερα τη ογδοη και ισαακ τον ιακωβ και ιακωβ τους δωδεκα πατριαρχας 9και οι πατριαρχαι ζηλωσαντες τον ιωσηφ απεδοντο εις αιγυπτον και ην ο θεος μετ αυτου 10και εξειλατο αυτον εκ πασων των θλιψεων αυτου και εδωκεν αυτω χαριν και σοφιαν εναντιον φαραω βασιλεως αιγυπτου και κατεστησεν αυτον ηγουμενον επ αιγυπτον και ολον τον οικον αυτου 11ηλθεν δε λιμος εφ ολην την αιγυπτον και χανααν και θλιψις μεγαλη και ουχ ηυρισκον χορτασματα οι πατερες ημων 12ακουσας δε ιακωβ οντα σιτια εις αιγυπτον εξαπεστειλεν τους πατερας ημων πρωτον 13και εν τω δευτερω εγνωρισθη ιωσηφ τοις αδελφοις αυτου και φανερον εγενετο τω φαραω το γενος ιωσηφ 14αποστειλας δε ιωσηφ μετεκαλεσατο ιακωβ τον πατερα αυτου και πασαν την συγγενειαν εν ψυχαις εβδομηκοντα πεντε 15κατεβη δε ιακωβ [εις αιγυπτον] και ετελευτησεν αυτος και οι πατερες ημων 16και μετετεθησαν εις συχεμ και ετεθησαν εν τω μνηματι ω ωνησατο αβρααμ τιμης αργυριου παρα των υιων εμμωρ εν συχεμ 17καθως δε ηγγιζεν ο χρονος της επαγγελιας ης ωμολογησεν ο θεος τω αβρααμ ηυξησεν ο λαος και επληθυνθη εν αιγυπτω 18αχρις ου ανεστη βασιλευς ετερος επ αιγυπτον ος ουκ ηδει τον ιωσηφ 19ουτος κατασοφισαμενος το γενος ημων εκακωσεν τους πατερας του ποιειν τα βρεφη εκθετα αυτων εις το μη ζωογονεισθαι 20εν ω καιρω εγεννηθη μωυσης και ην αστειος τω θεω ος ανετραφη μηνας τρεις εν τω οικω του πατρος 21εκτεθεντος δε αυτου ανειλατο αυτον η θυγατηρ φαραω και ανεθρεψατο αυτον εαυτη εις υιον 22και επαιδευθη μωυσης παση σοφια αιγυπτιων ην δε δυνατος εν λογοις και εργοις αυτου 23ως δε επληρουτο αυτω τεσσερακονταετης χρονος ανεβη επι την καρδιαν αυτου επισκεψασθαι τους αδελφους αυτου τους υιους ισραηλ 24και ιδων τινα αδικουμενον ημυνατο και εποιησεν εκδικησιν τω καταπονουμενω παταξας τον αιγυπτιον 25ενομιζεν δε συνιεναι τους αδελφους οτι ο θεος δια χειρος αυτου διδωσιν σωτηριαν αυτοις οι δε ου συνηκαν 26τη τε επιουση ημερα ωφθη αυτοις μαχομενοις και συνηλλασσεν αυτους εις ειρηνην ειπων ανδρες αδελφοι εστε ινατι αδικειτε αλληλους 27ο δε αδικων τον πλησιον απωσατο αυτον ειπων τις σε κατεστησεν αρχοντα και δικαστην εφ ημων 28μη ανελειν με συ θελεις ον τροπον ανειλες εχθες τον αιγυπτιον 29εφυγεν δε μωυσης εν τω λογω τουτω και εγενετο παροικος εν γη μαδιαμ ου εγεννησεν υιους δυο 30και πληρωθεντων ετων τεσσερακοντα ωφθη αυτω εν τη ερημω του ορους σινα αγγελος εν φλογι πυρος βατου 31ο δε μωυσης ιδων εθαυμασεν το οραμα προσερχομενου δε αυτου κατανοησαι εγενετο φωνη κυριου 32εγω ο θεος των πατερων σου ο θεος αβρααμ και ισαακ και ιακωβ εντρομος δε γενομενος μωυσης ουκ ετολμα κατανοησαι 33ειπεν δε αυτω ο κυριος λυσον το υποδημα των ποδων σου ο γαρ τοπος εφ ω εστηκας γη αγια εστιν 34ιδων ειδον την κακωσιν του λαου μου του εν αιγυπτω και του στεναγμου αυτου ηκουσα και κατεβην εξελεσθαι αυτους και νυν δευρο αποστειλω σε εις αιγυπτον 35τουτον τον μωυσην ον ηρνησαντο ειποντες τις σε κατεστησεν αρχοντα και δικαστην τουτον ο θεος και αρχοντα και λυτρωτην απεσταλκεν συν χειρι αγγελου του οφθεντος αυτω εν τη βατω 36ουτος εξηγαγεν αυτους ποιησας τερατα και σημεια εν τη αιγυπτω και εν ερυθρα θαλασση και εν τη ερημω ετη τεσσερακοντα 37ουτος εστιν ο μωυσης ο ειπας τοις υιοις ισραηλ προφητην υμιν αναστησει ο θεος εκ των αδελφων υμων ως εμε 38ουτος εστιν ο γενομενος εν τη εκκλησια εν τη ερημω μετα του αγγελου του λαλουντος αυτω εν τω ορει σινα και των πατερων ημων ος εδεξατο λογια ζωντα δουναι υμιν 39ω ουκ ηθελησαν υπηκοοι γενεσθαι οι πατερες ημων αλλα απωσαντο και εστραφησαν εν ταις καρδιαις αυτων εις αιγυπτον 40ειποντες τω ααρων ποιησον ημιν θεους οι προπορευσονται ημων ο γαρ μωυσης ουτος ος εξηγαγεν ημας εκ γης αιγυπτου ουκ οιδαμεν τι εγενετο αυτω 41και εμοσχοποιησαν εν ταις ημεραις εκειναις και ανηγαγον θυσιαν τω ειδωλω και ευφραινοντο εν τοις εργοις των χειρων αυτων 42εστρεψεν δε ο θεος και παρεδωκεν αυτους λατρευειν τη στρατια του ουρανου καθως γεγραπται εν βιβλω των προφητων μη σφαγια και θυσιας προσηνεγκατε μοι ετη τεσσερακοντα εν τη ερημω οικος ισραηλ 43και ανελαβετε την σκηνην του μολοχ και το αστρον του θεου ρομφα τους τυπους ους εποιησατε προσκυνειν αυτοις και μετοικιω υμας επεκεινα βαβυλωνος 44η σκηνη του μαρτυριου ην τοις πατρασιν ημων εν τη ερημω καθως διεταξατο ο λαλων τω μωυση ποιησαι αυτην κατα τον τυπον ον εωρακει 45ην και εισηγαγον διαδεξαμενοι οι πατερες ημων μετα ιησου εν τη κατασχεσει των εθνων ων εξωσεν ο θεος απο προσωπου των πατερων ημων εως των ημερων δαυιδ 46ος ευρεν χαριν ενωπιον του θεου και ητησατο ευρειν σκηνωμα τω θεω ιακωβ 47σολομων δε οικοδομησεν αυτω οικον 48αλλ ουχ ο υψιστος εν χειροποιητοις κατοικει καθως ο προφητης λεγει 49ο ουρανος μοι θρονος και η γη υποποδιον των ποδων μου ποιον οικον οικοδομησετε μοι λεγει κυριος η τις τοπος της καταπαυσεως μου 50ουχι η χειρ μου εποιησεν ταυτα παντα 51σκληροτραχηλοι και απεριτμητοι καρδιαις και τοις ωσιν υμεις αει τω πνευματι τω αγιω αντιπιπτετε ως οι πατερες υμων και υμεις 52τινα των προφητων ουκ εδιωξαν οι πατερες υμων και απεκτειναν τους προκαταγγειλαντας περι της ελευσεως του δικαιου ου νυν υμεις προδοται και φονεις εγενεσθε 53οιτινες ελαβετε τον νομον εις διαταγας αγγελων και ουκ εφυλαξατε 54ακουοντες δε ταυτα διεπριοντο ταις καρδιαις αυτων και εβρυχον τους οδοντας επ αυτον 55υπαρχων δε πληρης πνευματος αγιου ατενισας εις τον ουρανον ειδεν δοξαν θεου και ιησουν εστωτα εκ δεξιων του θεου 56και ειπεν ιδου θεωρω τους ουρανους διηνοιγμενους και τον υιον του ανθρωπου εκ δεξιων εστωτα του θεου 57κραξαντες δε φωνη μεγαλη συνεσχον τα ωτα αυτων και ωρμησαν ομοθυμαδον επ αυτον 58και εκβαλοντες εξω της πολεως ελιθοβολουν και οι μαρτυρες απεθεντο τα ιματια αυτων παρα τους ποδας νεανιου καλουμενου σαυλου 59και ελιθοβολουν τον στεφανον επικαλουμενον και λεγοντα κυριε ιησου δεξαι το πνευμα μου 60θεις δε τα γονατα εκραξεν φωνη μεγαλη κυριε μη στησης αυτοις ταυτην την αμαρτιαν και τουτο ειπων εκοιμηθη

« Prev Acts 7 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |