« Prev Acts 9 Next »

Chapter 9

1ο δε σαυλος ετι εμπνεων απειλης και φονου εις τους μαθητας του κυριου προσελθων τω αρχιερει 2ητησατο παρ αυτου επιστολας εις δαμασκον προς τας συναγωγας οπως εαν τινας ευρη της οδου οντας ανδρας τε και γυναικας δεδεμενους αγαγη εις ιερουσαλημ 3εν δε τω πορευεσθαι εγενετο αυτον εγγιζειν τη δαμασκω εξαιφνης τε αυτον περιηστραψεν φως εκ του ουρανου 4και πεσων επι την γην ηκουσεν φωνην λεγουσαν αυτω σαουλ σαουλ τι με διωκεις 5ειπεν δε τις ει κυριε ο δε εγω ειμι ιησους ον συ διωκεις 6αλλα αναστηθι και εισελθε εις την πολιν και λαληθησεται σοι ο τι σε δει ποιειν 7οι δε ανδρες οι συνοδευοντες αυτω ειστηκεισαν ενεοι ακουοντες μεν της φωνης μηδενα δε θεωρουντες 8ηγερθη δε σαυλος απο της γης ανεωγμενων δε των οφθαλμων αυτου ουδεν εβλεπεν χειραγωγουντες δε αυτον εισηγαγον εις δαμασκον 9και ην ημερας τρεις μη βλεπων και ουκ εφαγεν ουδε επιεν 10ην δε τις μαθητης εν δαμασκω ονοματι ανανιας και ειπεν προς αυτον εν οραματι ο κυριος ανανια ο δε ειπεν ιδου εγω κυριε 11ο δε κυριος προς αυτον αναστα πορευθητι επι την ρυμην την καλουμενην ευθειαν και ζητησον εν οικια ιουδα σαυλον ονοματι ταρσεα ιδου γαρ προσευχεται 12και ειδεν ανδρα [εν οραματι] ανανιαν ονοματι εισελθοντα και επιθεντα αυτω [τας] χειρας οπως αναβλεψη 13απεκριθη δε ανανιας κυριε ηκουσα απο πολλων περι του ανδρος τουτου οσα κακα τοις αγιοις σου εποιησεν εν ιερουσαλημ 14και ωδε εχει εξουσιαν παρα των αρχιερεων δησαι παντας τους επικαλουμενους το ονομα σου 15ειπεν δε προς αυτον ο κυριος πορευου οτι σκευος εκλογης εστιν μοι ουτος του βαστασαι το ονομα μου ενωπιον [των] εθνων τε και βασιλεων υιων τε ισραηλ 16εγω γαρ υποδειξω αυτω οσα δει αυτον υπερ του ονοματος μου παθειν 17απηλθεν δε ανανιας και εισηλθεν εις την οικιαν και επιθεις επ αυτον τας χειρας ειπεν σαουλ αδελφε ο κυριος απεσταλκεν με ιησους ο οφθεις σοι εν τη οδω η ηρχου οπως αναβλεψης και πλησθης πνευματος αγιου 18και ευθεως απεπεσαν αυτου απο των οφθαλμων ως λεπιδες ανεβλεψεν τε και αναστας εβαπτισθη 19και λαβων τροφην ενισχυθη εγενετο δε μετα των εν δαμασκω μαθητων ημερας τινας 20και ευθεως εν ταις συναγωγαις εκηρυσσεν τον ιησουν οτι ουτος εστιν ο υιος του θεου 21εξισταντο δε παντες οι ακουοντες και ελεγον ουχ ουτος εστιν ο πορθησας εν ιερουσαλημ τους επικαλουμενους το ονομα τουτο και ωδε εις τουτο εληλυθει ινα δεδεμενους αυτους αγαγη επι τους αρχιερεις 22σαυλος δε μαλλον ενεδυναμουτο και συνεχυννεν ιουδαιους τους κατοικουντας εν δαμασκω συμβιβαζων οτι ουτος εστιν ο χριστος 23ως δε επληρουντο ημεραι ικαναι συνεβουλευσαντο οι ιουδαιοι ανελειν αυτον 24εγνωσθη δε τω σαυλω η επιβουλη αυτων παρετηρουντο δε και τας πυλας ημερας τε και νυκτος οπως αυτον ανελωσιν 25λαβοντες δε οι μαθηται αυτου νυκτος δια του τειχους καθηκαν αυτον χαλασαντες εν σπυριδι 26παραγενομενος δε εις ιερουσαλημ επειραζεν κολλασθαι τοις μαθηταις και παντες εφοβουντο αυτον μη πιστευοντες οτι εστιν μαθητης 27βαρναβας δε επιλαβομενος αυτον ηγαγεν προς τους αποστολους και διηγησατο αυτοις πως εν τη οδω ειδεν τον κυριον και οτι ελαλησεν αυτω και πως εν δαμασκω επαρρησιασατο εν τω ονοματι ιησου 28και ην μετ αυτων εισπορευομενος και εκπορευομενος εις ιερουσαλημ παρρησιαζομενος εν τω ονοματι του κυριου 29ελαλει τε και συνεζητει προς τους ελληνιστας οι δε επεχειρουν ανελειν αυτον 30επιγνοντες δε οι αδελφοι κατηγαγον αυτον εις καισαρειαν και εξαπεστειλαν αυτον εις ταρσον 31η μεν ουν εκκλησια καθ ολης της ιουδαιας και γαλιλαιας και σαμαρειας ειχεν ειρηνην οικοδομουμενη και πορευομενη τω φοβω του κυριου και τη παρακλησει του αγιου πνευματος επληθυνετο 32εγενετο δε πετρον διερχομενον δια παντων κατελθειν και προς τους αγιους τους κατοικουντας λυδδα 33ευρεν δε εκει ανθρωπον τινα ονοματι αινεαν εξ ετων οκτω κατακειμενον επι κραβαττου ος ην παραλελυμενος 34και ειπεν αυτω ο πετρος αινεα ιαται σε ιησους χριστος αναστηθι και στρωσον σεαυτω και ευθεως ανεστη 35και ειδαν αυτον παντες οι κατοικουντες λυδδα και τον σαρωνα οιτινες επεστρεψαν επι τον κυριον 36εν ιοππη δε τις ην μαθητρια ονοματι ταβιθα η διερμηνευομενη λεγεται δορκας αυτη ην πληρης εργων αγαθων και ελεημοσυνων ων εποιει 37εγενετο δε εν ταις ημεραις εκειναις ασθενησασαν αυτην αποθανειν λουσαντες δε εθηκαν εν υπερωω 38εγγυς δε ουσης λυδδας τη ιοππη οι μαθηται ακουσαντες οτι πετρος εστιν εν αυτη απεστειλαν δυο ανδρας προς αυτον παρακαλουντες μη οκνησης διελθειν εως ημων 39αναστας δε πετρος συνηλθεν αυτοις ον παραγενομενον ανηγαγον εις το υπερωον και παρεστησαν αυτω πασαι αι χηραι κλαιουσαι και επιδεικνυμεναι χιτωνας και ιματια οσα εποιει μετ αυτων ουσα η δορκας 40εκβαλων δε εξω παντας ο πετρος και θεις τα γονατα προσηυξατο και επιστρεψας προς το σωμα ειπεν ταβιθα αναστηθι η δε ηνοιξεν τους οφθαλμους αυτης και ιδουσα τον πετρον ανεκαθισεν 41δους δε αυτη χειρα ανεστησεν αυτην φωνησας δε τους αγιους και τας χηρας παρεστησεν αυτην ζωσαν 42γνωστον δε εγενετο καθ ολης ιοππης και επιστευσαν πολλοι επι τον κυριον 43εγενετο δε ημερας ικανας μειναι εν ιοππη παρα τινι σιμωνι βυρσει

« Prev Acts 9 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |