« Prev Acts 25 Next »

Chapter 25

1φηστος ουν επιβας τη επαρχεια μετα τρεις ημερας ανεβη εις ιεροσολυμα απο καισαρειας 2ενεφανισαν τε αυτω οι αρχιερεις και οι πρωτοι των ιουδαιων κατα του παυλου και παρεκαλουν αυτον 3αιτουμενοι χαριν κατ αυτου οπως μεταπεμψηται αυτον εις ιερουσαλημ ενεδραν ποιουντες ανελειν αυτον κατα την οδον 4ο μεν ουν φηστος απεκριθη τηρεισθαι τον παυλον εις καισαρειαν εαυτον δε μελλειν εν ταχει εκπορευεσθαι 5οι ουν εν υμιν φησιν δυνατοι συγκαταβαντες ει τι εστιν εν τω ανδρι ατοπον κατηγορειτωσαν αυτου 6διατριψας δε εν αυτοις ημερας ου πλειους οκτω η δεκα καταβας εις καισαρειαν τη επαυριον καθισας επι του βηματος εκελευσεν τον παυλον αχθηναι 7παραγενομενου δε αυτου περιεστησαν αυτον οι απο ιεροσολυμων καταβεβηκοτες ιουδαιοι πολλα και βαρεα αιτιωματα καταφεροντες α ουκ ισχυον αποδειξαι 8του παυλου απολογουμενου οτι ουτε εις τον νομον των ιουδαιων ουτε εις το ιερον ουτε εις καισαρα τι ημαρτον 9ο φηστος δε θελων τοις ιουδαιοις χαριν καταθεσθαι αποκριθεις τω παυλω ειπεν θελεις εις ιεροσολυμα αναβας εκει περι τουτων κριθηναι επ εμου 10ειπεν δε ο παυλος εστως επι του βηματος καισαρος ειμι ου με δει κρινεσθαι ιουδαιους ουδεν ηδικηκα ως και συ καλλιον επιγινωσκεις 11ει μεν ουν αδικω και αξιον θανατου πεπραχα τι ου παραιτουμαι το αποθανειν ει δε ουδεν εστιν ων ουτοι κατηγορουσιν μου ουδεις με δυναται αυτοις χαρισασθαι καισαρα επικαλουμαι 12τοτε ο φηστος συλλαλησας μετα του συμβουλιου απεκριθη καισαρα επικεκλησαι επι καισαρα πορευση 13ημερων δε διαγενομενων τινων αγριππας ο βασιλευς και βερνικη κατηντησαν εις καισαρειαν ασπασαμενοι τον φηστον 14ως δε πλειους ημερας διετριβον εκει ο φηστος τω βασιλει ανεθετο τα κατα τον παυλον λεγων ανηρ τις εστιν καταλελειμμενος υπο φηλικος δεσμιος 15περι ου γενομενου μου εις ιεροσολυμα ενεφανισαν οι αρχιερεις και οι πρεσβυτεροι των ιουδαιων αιτουμενοι κατ αυτου καταδικην 16προς ους απεκριθην οτι ουκ εστιν εθος ρωμαιοις χαριζεσθαι τινα ανθρωπον πριν η ο κατηγορουμενος κατα προσωπον εχοι τους κατηγορους τοπον τε απολογιας λαβοι περι του εγκληματος 17συνελθοντων ουν ενθαδε αναβολην μηδεμιαν ποιησαμενος τη εξης καθισας επι του βηματος εκελευσα αχθηναι τον ανδρα 18περι ου σταθεντες οι κατηγοροι ουδεμιαν αιτιαν εφερον ων εγω υπενοουν πονηρων 19ζητηματα δε τινα περι της ιδιας δεισιδαιμονιας ειχον προς αυτον και περι τινος ιησου τεθνηκοτος ον εφασκεν ο παυλος ζην 20απορουμενος δε εγω την περι τουτων ζητησιν ελεγον ει βουλοιτο πορευεσθαι εις ιεροσολυμα κακει κρινεσθαι περι τουτων 21του δε παυλου επικαλεσαμενου τηρηθηναι αυτον εις την του σεβαστου διαγνωσιν εκελευσα τηρεισθαι αυτον εως ου αναπεμψω αυτον προς καισαρα 22αγριππας δε προς τον φηστον εβουλομην και αυτος του ανθρωπου ακουσαι αυριον φησιν ακουση αυτου 23τη ουν επαυριον ελθοντος του αγριππα και της βερνικης μετα πολλης φαντασιας και εισελθοντων εις το ακροατηριον συν τε χιλιαρχοις και ανδρασιν τοις κατ εξοχην της πολεως και κελευσαντος του φηστου ηχθη ο παυλος 24και φησιν ο φηστος αγριππα βασιλευ και παντες οι συμπαροντες ημιν ανδρες θεωρειτε τουτον περι ου απαν το πληθος των ιουδαιων ενετυχεν μοι εν τε ιεροσολυμοις και ενθαδε βοωντες μη δειν αυτον ζην μηκετι 25εγω δε κατελαβομην μηδεν αξιον αυτον θανατου πεπραχεναι αυτου δε τουτου επικαλεσαμενου τον σεβαστον εκρινα πεμπειν 26περι ου ασφαλες τι γραψαι τω κυριω ουκ εχω διο προηγαγον αυτον εφ υμων και μαλιστα επι σου βασιλευ αγριππα οπως της ανακρισεως γενομενης σχω τι γραψω 27αλογον γαρ μοι δοκει πεμποντα δεσμιον μη και τας κατ αυτου αιτιας σημαναι

« Prev Acts 25 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |