« Prev Acts 24 Next »

Chapter 24

1μετα δε πεντε ημερας κατεβη ο αρχιερευς ανανιας μετα πρεσβυτερων τινων και ρητορος τερτυλλου τινος οιτινες ενεφανισαν τω ηγεμονι κατα του παυλου 2κληθεντος δε [αυτου] ηρξατο κατηγορειν ο τερτυλλος λεγων [24 3] πολλης ειρηνης τυγχανοντες δια σου και διορθωματων γινομενων τω εθνει τουτω δια της σης προνοιας 3παντη τε και πανταχου αποδεχομεθα κρατιστε φηλιξ μετα πασης ευχαριστιας 4ινα δε μη επι πλειον σε εγκοπτω παρακαλω ακουσαι σε ημων συντομως τη ση επιεικεια 5ευροντες γαρ τον ανδρα τουτον λοιμον και κινουντα στασεις πασιν τοις ιουδαιοις τοις κατα την οικουμενην πρωτοστατην τε της των ναζωραιων αιρεσεως 6ος και το ιερον επειρασεν βεβηλωσαι ον και εκρατησαμεν 7 8παρ ου δυνηση αυτος ανακρινας περι παντων τουτων επιγνωναι ων ημεις κατηγορουμεν αυτου 9συνεπεθεντο δε και οι ιουδαιοι φασκοντες ταυτα ουτως εχειν 10απεκριθη τε ο παυλος νευσαντος αυτω του ηγεμονος λεγειν εκ πολλων ετων οντα σε κριτην τω εθνει τουτω επισταμενος ευθυμως τα περι εμαυτου απολογουμαι 11δυναμενου σου επιγνωναι οτι ου πλειους εισιν μοι ημεραι δωδεκα αφ ης ανεβην προσκυνησων εις ιερουσαλημ 12και ουτε εν τω ιερω ευρον με προς τινα διαλεγομενον η επιστασιν ποιουντα οχλου ουτε εν ταις συναγωγαις ουτε κατα την πολιν 13ουδε παραστησαι δυνανται σοι περι ων νυνι κατηγορουσιν μου 14ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτως λατρευω τω πατρωω θεω πιστευων πασιν τοις κατα τον νομον και τοις εν τοις προφηταις γεγραμμενοις 15ελπιδα εχων εις τον θεον ην και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθαι δικαιων τε και αδικων 16εν τουτω και αυτος ασκω απροσκοπον συνειδησιν εχειν προς τον θεον και τους ανθρωπους δια παντος 17δι ετων δε πλειονων ελεημοσυνας ποιησων εις το εθνος μου παρεγενομην και προσφορας 18εν αις ευρον με ηγνισμενον εν τω ιερω ου μετα οχλου ουδε μετα θορυβου τινες δε απο της ασιας ιουδαιοι 19ους εδει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προς εμε 20η αυτοι ουτοι ειπατωσαν τι ευρον αδικημα σταντος μου επι του συνεδριου 21η περι μιας ταυτης φωνης ης εκεκραξα εν αυτοις εστως οτι περι αναστασεως νεκρων εγω κρινομαι σημερον εφ υμων 22ανεβαλετο δε αυτους ο φηλιξ ακριβεστερον ειδως τα περι της οδου ειπας οταν λυσιας ο χιλιαρχος καταβη διαγνωσομαι τα καθ υμας 23διαταξαμενος τω εκατονταρχη τηρεισθαι αυτον εχειν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετειν αυτω 24μετα δε ημερας τινας παραγενομενος ο φηλιξ συν δρουσιλλη τη ιδια γυναικι ουση ιουδαια μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι της εις χριστον ιησουν πιστεως 25διαλεγομενου δε αυτου περι δικαιοσυνης και εγκρατειας και του κριματος του μελλοντος εμφοβος γενομενος ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε μεταλαβων μετακαλεσομαι σε 26αμα και ελπιζων οτι χρηματα δοθησεται [αυτω] υπο του παυλου διο και πυκνοτερον αυτον μεταπεμπομενος ωμιλει αυτω 27διετιας δε πληρωθεισης ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελων τε χαριτα καταθεσθαι τοις ιουδαιοις ο φηλιξ κατελιπεν τον παυλον δεδεμενον

« Prev Acts 24 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |