« Prev Acts 23 Next »

Chapter 23

1ατενισας δε παυλος τω συνεδριω ειπεν ανδρες αδελφοι εγω παση συνειδησει αγαθη πεπολιτευμαι τω θεω αχρι ταυτης της ημερας 2ο δε αρχιερευς ανανιας επεταξεν τοις παρεστωσιν αυτω τυπτειν αυτου το στομα 3τοτε ο παυλος προς αυτον ειπεν τυπτειν σε μελλει ο θεος τοιχε κεκονιαμενε και συ καθη κρινων με κατα τον νομον και παρανομων κελευεις με τυπτεσθαι 4οι δε παρεστωτες ειπαν τον αρχιερεα του θεου λοιδορεις 5εφη τε ο παυλος ουκ ηδειν αδελφοι οτι εστιν αρχιερευς γεγραπται γαρ οτι αρχοντα του λαου σου ουκ ερεις κακως 6γνους δε ο παυλος οτι το εν μερος εστιν σαδδουκαιων το δε ετερον φαρισαιων εκραζεν εν τω συνεδριω ανδρες αδελφοι εγω φαρισαιος ειμι υιος φαρισαιων περι ελπιδος και αναστασεως νεκρων κρινομαι 7τουτο δε αυτου λαλουντος εγενετο στασις των φαρισαιων και σαδδουκαιων και εσχισθη το πληθος 8σαδδουκαιοι γαρ λεγουσιν μη ειναι αναστασιν μητε αγγελον μητε πνευμα φαρισαιοι δε ομολογουσιν τα αμφοτερα 9εγενετο δε κραυγη μεγαλη και ανασταντες τινες των γραμματεων του μερους των φαρισαιων διεμαχοντο λεγοντες ουδεν κακον ευρισκομεν εν τω ανθρωπω τουτω ει δε πνευμα ελαλησεν αυτω η αγγελος 10πολλης δε γινομενης στασεως φοβηθεις ο χιλιαρχος μη διασπασθη ο παυλος υπ αυτων εκελευσεν το στρατευμα καταβαν αρπασαι αυτον εκ μεσου αυτων αγειν εις την παρεμβολην 11τη δε επιουση νυκτι επιστας αυτω ο κυριος ειπεν θαρσει ως γαρ διεμαρτυρω τα περι εμου εις ιερουσαλημ ουτως σε δει και εις ρωμην μαρτυρησαι 12γενομενης δε ημερας ποιησαντες συστροφην οι ιουδαιοι ανεθεματισαν εαυτους λεγοντες μητε φαγειν μητε πιειν εως ου αποκτεινωσιν τον παυλον 13ησαν δε πλειους τεσσερακοντα οι ταυτην την συνωμοσιαν ποιησαμενοι 14οιτινες προσελθοντες τοις αρχιερευσιν και τοις πρεσβυτεροις ειπαν αναθεματι ανεθεματισαμεν εαυτους μηδενος γευσασθαι εως ου αποκτεινωμεν τον παυλον 15νυν ουν υμεις εμφανισατε τω χιλιαρχω συν τω συνεδριω οπως καταγαγη αυτον εις υμας ως μελλοντας διαγινωσκειν ακριβεστερον τα περι αυτου ημεις δε προ του εγγισαι αυτον ετοιμοι εσμεν του ανελειν αυτον 16ακουσας δε ο υιος της αδελφης παυλου την ενεδραν παραγενομενος και εισελθων εις την παρεμβολην απηγγειλεν τω παυλω 17προσκαλεσαμενος δε ο παυλος ενα των εκατονταρχων εφη τον νεανιαν τουτον απαγε προς τον χιλιαρχον εχει γαρ απαγγειλαι τι αυτω 18ο μεν ουν παραλαβων αυτον ηγαγεν προς τον χιλιαρχον και φησιν ο δεσμιος παυλος προσκαλεσαμενος με ηρωτησεν τουτον τον νεανιαν αγαγειν προς σε εχοντα τι λαλησαι σοι 19επιλαβομενος δε της χειρος αυτου ο χιλιαρχος και αναχωρησας κατ ιδιαν επυνθανετο τι εστιν ο εχεις απαγγειλαι μοι 20ειπεν δε οτι οι ιουδαιοι συνεθεντο του ερωτησαι σε οπως αυριον τον παυλον καταγαγης εις το συνεδριον ως μελλων τι ακριβεστερον πυνθανεσθαι περι αυτου 21συ ουν μη πεισθης αυτοις ενεδρευουσιν γαρ αυτον εξ αυτων ανδρες πλειους τεσσερακοντα οιτινες ανεθεματισαν εαυτους μητε φαγειν μητε πιειν εως ου ανελωσιν αυτον και νυν εισιν ετοιμοι προσδεχομενοι την απο σου επαγγελιαν 22ο μεν ουν χιλιαρχος απελυσεν τον νεανισκον παραγγειλας μηδενι εκλαλησαι οτι ταυτα ενεφανισας προς εμε 23και προσκαλεσαμενος τινας δυο των εκατονταρχων ειπεν ετοιμασατε στρατιωτας διακοσιους οπως πορευθωσιν εως καισαρειας και ιππεις εβδομηκοντα και δεξιολαβους διακοσιους απο τριτης ωρας της νυκτος 24κτηνη τε παραστησαι ινα επιβιβασαντες τον παυλον διασωσωσιν προς φηλικα τον ηγεμονα 25γραψας επιστολην εχουσαν τον τυπον τουτον 26κλαυδιος λυσιας τω κρατιστω ηγεμονι φηλικι χαιρειν 27τον ανδρα τουτον συλλημφθεντα υπο των ιουδαιων και μελλοντα αναιρεισθαι υπ αυτων επιστας συν τω στρατευματι εξειλαμην μαθων οτι ρωμαιος εστιν 28βουλομενος τε επιγνωναι την αιτιαν δι ην ενεκαλουν αυτω [κατηγαγον εις το συνεδριον αυτων] 29ον ευρον εγκαλουμενον περι ζητηματων του νομου αυτων μηδεν δε αξιον θανατου η δεσμων εχοντα εγκλημα 30μηνυθεισης δε μοι επιβουλης εις τον ανδρα εσεσθαι εξαυτης επεμψα προς σε παραγγειλας και τοις κατηγοροις λεγειν προς αυτον επι σου 31οι μεν ουν στρατιωται κατα το διατεταγμενον αυτοις αναλαβοντες τον παυλον ηγαγον δια νυκτος εις την αντιπατριδα 32τη δε επαυριον εασαντες τους ιππεις απερχεσθαι συν αυτω υπεστρεψαν εις την παρεμβολην 33οιτινες εισελθοντες εις την καισαρειαν και αναδοντες την επιστολην τω ηγεμονι παρεστησαν και τον παυλον αυτω 34αναγνους δε και επερωτησας εκ ποιας επαρχειας εστιν και πυθομενος οτι απο κιλικιας 35διακουσομαι σου εφη οταν και οι κατηγοροι σου παραγενωνται κελευσας εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι αυτον

« Prev Acts 23 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |