« Prev Acts 26 Next »

Chapter 26

1αγριππας δε προς τον παυλον εφη επιτρεπεται σοι υπερ σεαυτου λεγειν τοτε ο παυλος εκτεινας την χειρα απελογειτο 2περι παντων ων εγκαλουμαι υπο ιουδαιων βασιλευ αγριππα ηγημαι εμαυτον μακαριον επι σου μελλων σημερον απολογεισθαι 3μαλιστα γνωστην οντα σε παντων των κατα ιουδαιους εθων τε και ζητηματων διο δεομαι μακροθυμως ακουσαι μου 4την μεν ουν βιωσιν μου εκ νεοτητος την απ αρχης γενομενην εν τω εθνει μου εν τε ιεροσολυμοις ισασιν παντες ιουδαιοι 5προγινωσκοντες με ανωθεν εαν θελωσιν μαρτυρειν οτι κατα την ακριβεστατην αιρεσιν της ημετερας θρησκειας εζησα φαρισαιος 6και νυν επ ελπιδι της εις τους πατερας ημων επαγγελιας γενομενης υπο του θεου εστηκα κρινομενος 7εις ην το δωδεκαφυλον ημων εν εκτενεια νυκτα και ημεραν λατρευον ελπιζει καταντησαι περι ης ελπιδος εγκαλουμαι υπο ιουδαιων βασιλευ 8τι απιστον κρινεται παρ υμιν ει ο θεος νεκρους εγειρει 9εγω μεν ουν εδοξα εμαυτω προς το ονομα ιησου του ναζωραιου δειν πολλα εναντια πραξαι 10ο και εποιησα εν ιεροσολυμοις και πολλους τε των αγιων εγω εν φυλακαις κατεκλεισα την παρα των αρχιερεων εξουσιαν λαβων αναιρουμενων τε αυτων κατηνεγκα ψηφον 11και κατα πασας τας συναγωγας πολλακις τιμωρων αυτους ηναγκαζον βλασφημειν περισσως τε εμμαινομενος αυτοις εδιωκον εως και εις τας εξω πολεις 12εν οις πορευομενος εις την δαμασκον μετ εξουσιας και επιτροπης της των αρχιερεων 13ημερας μεσης κατα την οδον ειδον βασιλευ ουρανοθεν υπερ την λαμπροτητα του ηλιου περιλαμψαν με φως και τους συν εμοι πορευομενους 14παντων τε καταπεσοντων ημων εις την γην ηκουσα φωνην λεγουσαν προς με τη εβραιδι διαλεκτω σαουλ σαουλ τι με διωκεις σκληρον σοι προς κεντρα λακτιζειν 15εγω δε ειπα τις ει κυριε ο δε κυριος ειπεν εγω ειμι ιησους ον συ διωκεις 16αλλα αναστηθι και στηθι επι τους ποδας σου εις τουτο γαρ ωφθην σοι προχειρισασθαι σε υπηρετην και μαρτυρα ων τε ειδες με ων τε οφθησομαι σοι 17εξαιρουμενος σε εκ του λαου και εκ των εθνων εις ους εγω αποστελλω σε 18ανοιξαι οφθαλμους αυτων του επιστρεψαι απο σκοτους εις φως και της εξουσιας του σατανα επι τον θεον του λαβειν αυτους αφεσιν αμαρτιων και κληρον εν τοις ηγιασμενοις πιστει τη εις εμε 19οθεν βασιλευ αγριππα ουκ εγενομην απειθης τη ουρανιω οπτασια 20αλλα τοις εν δαμασκω πρωτον τε και ιεροσολυμοις πασαν τε την χωραν της ιουδαιας και τοις εθνεσιν απηγγελλον μετανοειν και επιστρεφειν επι τον θεον αξια της μετανοιας εργα πρασσοντας 21ενεκα τουτων με ιουδαιοι συλλαβομενοι εν τω ιερω επειρωντο διαχειρισασθαι 22επικουριας ουν τυχων της απο του θεου αχρι της ημερας ταυτης εστηκα μαρτυρομενος μικρω τε και μεγαλω ουδεν εκτος λεγων ων τε οι προφηται ελαλησαν μελλοντων γινεσθαι και μωυσης 23ει παθητος ο χριστος ει πρωτος εξ αναστασεως νεκρων φως μελλει καταγγελλειν τω τε λαω και τοις εθνεσιν 24ταυτα δε αυτου απολογουμενου ο φηστος μεγαλη τη φωνη φησιν μαινη παυλε τα πολλα σε γραμματα εις μανιαν περιτρεπει 25ο δε παυλος ου μαινομαι φησιν κρατιστε φηστε αλλα αληθειας και σωφροσυνης ρηματα αποφθεγγομαι 26επισταται γαρ περι τουτων ο βασιλευς προς ον παρρησιαζομενος λαλω λανθανειν γαρ αυτον τουτων ου πειθομαι ουθεν ου γαρ εστιν εν γωνια πεπραγμενον τουτο 27πιστευεις βασιλευ αγριππα τοις προφηταις οιδα οτι πιστευεις 28ο δε αγριππας προς τον παυλον εν ολιγω με πειθεις χριστιανον ποιησαι 29ο δε παυλος ευξαιμην αν τω θεω και εν ολιγω και εν μεγαλω ου μονον σε αλλα και παντας τους ακουοντας μου σημερον γενεσθαι τοιουτους οποιος και εγω ειμι παρεκτος των δεσμων τουτων 30ανεστη τε ο βασιλευς και ο ηγεμων η τε βερνικη και οι συγκαθημενοι αυτοις 31και αναχωρησαντες ελαλουν προς αλληλους λεγοντες οτι ουδεν θανατου η δεσμων αξιον πρασσει ο ανθρωπος ουτος 32αγριππας δε τω φηστω εφη απολελυσθαι εδυνατο ο ανθρωπος ουτος ει μη επεκεκλητο καισαρα

« Prev Acts 26 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |