« Prev Acts 2 Next »

Chapter 2

1και εν τω συμπληρουσθαι την ημεραν της πεντηκοστης ησαν παντες ομου επι το αυτο 2και εγενετο αφνω εκ του ουρανου ηχος ωσπερ φερομενης πνοης βιαιας και επληρωσεν ολον τον οικον ου ησαν καθημενοι 3και ωφθησαν αυτοις διαμεριζομεναι γλωσσαι ωσει πυρος και εκαθισεν εφ ενα εκαστον αυτων 4και επλησθησαν παντες πνευματος αγιου και ηρξαντο λαλειν ετεραις γλωσσαις καθως το πνευμα εδιδου αποφθεγγεσθαι αυτοις 5ησαν δε εν ιερουσαλημ κατοικουντες ιουδαιοι ανδρες ευλαβεις απο παντος εθνους των υπο τον ουρανον 6γενομενης δε της φωνης ταυτης συνηλθεν το πληθος και συνεχυθη οτι ηκουσεν εις εκαστος τη ιδια διαλεκτω λαλουντων αυτων 7εξισταντο δε και εθαυμαζον λεγοντες ουχι ιδου παντες ουτοι εισιν οι λαλουντες γαλιλαιοι 8και πως ημεις ακουομεν εκαστος τη ιδια διαλεκτω ημων εν η εγεννηθημεν 9παρθοι και μηδοι και ελαμιται και οι κατοικουντες την μεσοποταμιαν ιουδαιαν τε και καππαδοκιαν ποντον και την ασιαν 10φρυγιαν τε και παμφυλιαν αιγυπτον και τα μερη της λιβυης της κατα κυρηνην και οι επιδημουντες ρωμαιοι ιουδαιοι τε και προσηλυτοι 11κρητες και αραβες ακουομεν λαλουντων αυτων ταις ημετεραις γλωσσαις τα μεγαλεια του θεου 12εξισταντο δε παντες και διηπορουντο αλλος προς αλλον λεγοντες τι θελει τουτο ειναι 13ετεροι δε διαχλευαζοντες ελεγον οτι γλευκους μεμεστωμενοι εισιν 14σταθεις δε ο πετρος συν τοις ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοις ανδρες ιουδαιοι και οι κατοικουντες ιερουσαλημ παντες τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου 15ου γαρ ως υμεις υπολαμβανετε ουτοι μεθυουσιν εστιν γαρ ωρα τριτη της ημερας 16αλλα τουτο εστιν το ειρημενον δια του προφητου ιωηλ 17και εσται εν ταις εσχαταις ημεραις λεγει ο θεος εκχεω απο του πνευματος μου επι πασαν σαρκα και προφητευσουσιν οι υιοι υμων και αι θυγατερες υμων και οι νεανισκοι υμων ορασεις οψονται και οι πρεσβυτεροι υμων ενυπνιοις ενυπνιασθησονται 18και γε επι τους δουλους μου και επι τας δουλας μου εν ταις ημεραις εκειναις εκχεω απο του πνευματος μου και προφητευσουσιν 19και δωσω τερατα εν τω ουρανω ανω και σημεια επι της γης κατω αιμα και πυρ και ατμιδα καπνου 20ο ηλιος μεταστραφησεται εις σκοτος και η σεληνη εις αιμα πριν ελθειν ημεραν κυριου την μεγαλην και επιφανη 21και εσται πας ος εαν επικαλεσηται το ονομα κυριου σωθησεται 22ανδρες ισραηλιται ακουσατε τους λογους τουτους ιησουν τον ναζωραιον ανδρα αποδεδειγμενον απο του θεου εις υμας δυναμεσιν και τερασιν και σημειοις οις εποιησεν δι αυτου ο θεος εν μεσω υμων καθως αυτοι οιδατε 23τουτον τη ωρισμενη βουλη και προγνωσει του θεου εκδοτον δια χειρος ανομων προσπηξαντες ανειλατε 24ον ο θεος ανεστησεν λυσας τας ωδινας του θανατου καθοτι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου 25δαυιδ γαρ λεγει εις αυτον προορωμην τον κυριον ενωπιον μου δια παντος οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω 26δια τουτο ηυφρανθη μου η καρδια και ηγαλλιασατο η γλωσσα μου ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι 27οτι ουκ εγκαταλειψεις την ψυχην μου εις αδην ουδε δωσεις τον οσιον σου ιδειν διαφθοραν 28εγνωρισας μοι οδους ζωης πληρωσεις με ευφροσυνης μετα του προσωπου σου 29ανδρες αδελφοι εξον ειπειν μετα παρρησιας προς υμας περι του πατριαρχου δαυιδ οτι και ετελευτησεν και εταφη και το μνημα αυτου εστιν εν ημιν αχρι της ημερας ταυτης 30προφητης ουν υπαρχων και ειδως οτι ορκω ωμοσεν αυτω ο θεος εκ καρπου της οσφυος αυτου καθισαι επι τον θρονον αυτου 31προιδων ελαλησεν περι της αναστασεως του χριστου οτι ουτε εγκατελειφθη εις αδην ουτε η σαρξ αυτου ειδεν διαφθοραν 32τουτον τον ιησουν ανεστησεν ο θεος ου παντες ημεις εσμεν μαρτυρες 33τη δεξια ουν του θεου υψωθεις την τε επαγγελιαν του πνευματος του αγιου λαβων παρα του πατρος εξεχεεν τουτο ο υμεις [και] βλεπετε και ακουετε 34ου γαρ δαυιδ ανεβη εις τους ουρανους λεγει δε αυτος ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου 35εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου 36ασφαλως ουν γινωσκετω πας οικος ισραηλ οτι και κυριον αυτον και χριστον εποιησεν ο θεος τουτον τον ιησουν ον υμεις εσταυρωσατε 37ακουσαντες δε κατενυγησαν την καρδιαν ειπον τε προς τον πετρον και τους λοιπους αποστολους τι ποιησωμεν ανδρες αδελφοι 38πετρος δε προς αυτους μετανοησατε και βαπτισθητω εκαστος υμων εν τω ονοματι ιησου χριστου εις αφεσιν των αμαρτιων υμων και λημψεσθε την δωρεαν του αγιου πνευματος 39υμιν γαρ εστιν η επαγγελια και τοις τεκνοις υμων και πασιν τοις εις μακραν οσους αν προσκαλεσηται κυριος ο θεος ημων 40ετεροις τε λογοις πλειοσιν διεμαρτυρατο και παρεκαλει αυτους λεγων σωθητε απο της γενεας της σκολιας ταυτης 41οι μεν ουν αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν και προσετεθησαν εν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι 42ησαν δε προσκαρτερουντες τη διδαχη των αποστολων και τη κοινωνια τη κλασει του αρτου και ταις προσευχαις 43εγινετο δε παση ψυχη φοβος πολλα δε τερατα και σημεια δια των αποστολων εγινετο 44παντες δε οι πιστευσαντες επι το αυτο ειχον απαντα κοινα 45και τα κτηματα και τας υπαρξεις επιπρασκον και διεμεριζον αυτα πασιν καθοτι αν τις χρειαν ειχεν 46καθ ημεραν τε προσκαρτερουντες ομοθυμαδον εν τω ιερω κλωντες τε κατ οικον αρτον μετελαμβανον τροφης εν αγαλλιασει και αφελοτητι καρδιας 47αινουντες τον θεον και εχοντες χαριν προς ολον τον λαον ο δε κυριος προσετιθει τους σωζομενους καθ ημεραν επι το αυτο

« Prev Acts 2 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |