« Prev Acts 1 Next »

Chapter 1

1τον μεν πρωτον λογον εποιησαμην περι παντων ω θεοφιλε ων ηρξατο ιησους ποιειν τε και διδασκειν 2αχρι ης ημερας εντειλαμενος τοις αποστολοις δια πνευματος αγιου ους εξελεξατο ανελημφθη 3οις και παρεστησεν εαυτον ζωντα μετα το παθειν αυτον εν πολλοις τεκμηριοις δι ημερων τεσσερακοντα οπτανομενος αυτοις και λεγων τα περι της βασιλειας του θεου 4και συναλιζομενος παρηγγειλεν αυτοις απο ιεροσολυμων μη χωριζεσθαι αλλα περιμενειν την επαγγελιαν του πατρος ην ηκουσατε μου 5οτι ιωαννης μεν εβαπτισεν υδατι υμεις δε εν πνευματι βαπτισθησεσθε αγιω ου μετα πολλας ταυτας ημερας 6οι μεν ουν συνελθοντες ηρωτων αυτον λεγοντες κυριε ει εν τω χρονω τουτω αποκαθιστανεις την βασιλειαν τω ισραηλ 7ειπεν προς αυτους ουχ υμων εστιν γνωναι χρονους η καιρους ους ο πατηρ εθετο εν τη ιδια εξουσια 8αλλα λημψεσθε δυναμιν επελθοντος του αγιου πνευματος εφ υμας και εσεσθε μου μαρτυρες εν τε ιερουσαλημ και [εν] παση τη ιουδαια και σαμαρεια και εως εσχατου της γης 9και ταυτα ειπων βλεποντων αυτων επηρθη και νεφελη υπελαβεν αυτον απο των οφθαλμων αυτων 10και ως ατενιζοντες ησαν εις τον ουρανον πορευομενου αυτου και ιδου ανδρες δυο παρειστηκεισαν αυτοις εν εσθησεσι λευκαις 11οι και ειπαν ανδρες γαλιλαιοι τι εστηκατε βλεποντες εις τον ουρανον ουτος ο ιησους ο αναλημφθεις αφ υμων εις τον ουρανον ουτως ελευσεται ον τροπον εθεασασθε αυτον πορευομενον εις τον ουρανον 12τοτε υπεστρεψαν εις ιερουσαλημ απο ορους του καλουμενου ελαιωνος ο εστιν εγγυς ιερουσαλημ σαββατου εχον οδον 13και οτε εισηλθον εις το υπερωον ανεβησαν ου ησαν καταμενοντες ο τε πετρος και ιωαννης και ιακωβος και ανδρεας φιλιππος και θωμας βαρθολομαιος και μαθθαιος ιακωβος αλφαιου και σιμων ο ζηλωτης και ιουδας ιακωβου 14ουτοι παντες ησαν προσκαρτερουντες ομοθυμαδον τη προσευχη συν γυναιξιν και μαριαμ τη μητρι [του] ιησου και συν τοις αδελφοις αυτου 15και εν ταις ημεραις ταυταις αναστας πετρος εν μεσω των αδελφων ειπεν ην τε οχλος ονοματων επι το αυτο ως εκατον εικοσι 16ανδρες αδελφοι εδει πληρωθηναι την γραφην ην προειπεν το πνευμα το αγιον δια στοματος δαυιδ περι ιουδα του γενομενου οδηγου τοις συλλαβουσιν ιησουν 17οτι κατηριθμημενος ην εν ημιν και ελαχεν τον κληρον της διακονιας ταυτης 18ουτος μεν ουν εκτησατο χωριον εκ μισθου της αδικιας και πρηνης γενομενος ελακησεν μεσος και εξεχυθη παντα τα σπλαγχνα αυτου 19και γνωστον εγενετο πασιν τοις κατοικουσιν ιερουσαλημ ωστε κληθηναι το χωριον εκεινο τη διαλεκτω αυτων ακελδαμαχ τουτ εστιν χωριον αιματος 20γεγραπται γαρ εν βιβλω ψαλμων γενηθητω η επαυλις αυτου ερημος και μη εστω ο κατοικων εν αυτη και την επισκοπην αυτου λαβετω ετερος 21δει ουν των συνελθοντων ημιν ανδρων εν παντι χρονω ω εισηλθεν και εξηλθεν εφ ημας ο κυριος ιησους 22αρξαμενος απο του βαπτισματος ιωαννου εως της ημερας ης ανελημφθη αφ ημων μαρτυρα της αναστασεως αυτου συν ημιν γενεσθαι ενα τουτων 23και εστησαν δυο ιωσηφ τον καλουμενον βαρσαββαν ος επεκληθη ιουστος και μαθθιαν 24και προσευξαμενοι ειπαν συ κυριε καρδιογνωστα παντων αναδειξον ον εξελεξω εκ τουτων των δυο ενα 25λαβειν τον τοπον της διακονιας ταυτης και αποστολης αφ ης παρεβη ιουδας πορευθηναι εις τον τοπον τον ιδιον 26και εδωκαν κληρους αυτοις και επεσεν ο κληρος επι μαθθιαν και συγκατεψηφισθη μετα των ενδεκα αποστολων

« Prev Acts 1 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |