« Prev Acts 3 Next »

Chapter 3

1πετρος δε και ιωαννης ανεβαινον εις το ιερον επι την ωραν της προσευχης την ενατην 2και τις ανηρ χωλος εκ κοιλιας μητρος αυτου υπαρχων εβασταζετο ον ετιθουν καθ ημεραν προς την θυραν του ιερου την λεγομενην ωραιαν του αιτειν ελεημοσυνην παρα των εισπορευομενων εις το ιερον 3ος ιδων πετρον και ιωαννην μελλοντας εισιεναι εις το ιερον ηρωτα ελεημοσυνην λαβειν 4ατενισας δε πετρος εις αυτον συν τω ιωαννη ειπεν βλεψον εις ημας 5ο δε επειχεν αυτοις προσδοκων τι παρ αυτων λαβειν 6ειπεν δε πετρος αργυριον και χρυσιον ουχ υπαρχει μοι ο δε εχω τουτο σοι διδωμι εν τω ονοματι ιησου χριστου του ναζωραιου περιπατει 7και πιασας αυτον της δεξιας χειρος ηγειρεν αυτον παραχρημα δε εστερεωθησαν αι βασεις αυτου και τα σφυδρα 8και εξαλλομενος εστη και περιεπατει και εισηλθεν συν αυτοις εις το ιερον περιπατων και αλλομενος και αινων τον θεον 9και ειδεν πας ο λαος αυτον περιπατουντα και αινουντα τον θεον 10επεγινωσκον δε αυτον οτι ουτος ην ο προς την ελεημοσυνην καθημενος επι τη ωραια πυλη του ιερου και επλησθησαν θαμβους και εκστασεως επι τω συμβεβηκοτι αυτω 11κρατουντος δε αυτου τον πετρον και τον ιωαννην συνεδραμεν πας ο λαος προς αυτους επι τη στοα τη καλουμενη σολομωντος εκθαμβοι 12ιδων δε ο πετρος απεκρινατο προς τον λαον ανδρες ισραηλιται τι θαυμαζετε επι τουτω η ημιν τι ατενιζετε ως ιδια δυναμει η ευσεβεια πεποιηκοσιν του περιπατειν αυτον 13ο θεος αβρααμ και ισαακ και ιακωβ ο θεος των πατερων ημων εδοξασεν τον παιδα αυτου ιησουν ον υμεις μεν παρεδωκατε και ηρνησασθε κατα προσωπον πιλατου κριναντος εκεινου απολυειν 14υμεις δε τον αγιον και δικαιον ηρνησασθε και ητησασθε ανδρα φονεα χαρισθηναι υμιν 15τον δε αρχηγον της ζωης απεκτεινατε ον ο θεος ηγειρεν εκ νεκρων ου ημεις μαρτυρες εσμεν 16και τη πιστει του ονοματος αυτου τουτον ον θεωρειτε και οιδατε εστερεωσεν το ονομα αυτου και η πιστις η δι αυτου εδωκεν αυτω την ολοκληριαν ταυτην απεναντι παντων υμων 17και νυν αδελφοι οιδα οτι κατα αγνοιαν επραξατε ωσπερ και οι αρχοντες υμων 18ο δε θεος α προκατηγγειλεν δια στοματος παντων των προφητων παθειν τον χριστον αυτου επληρωσεν ουτως 19μετανοησατε ουν και επιστρεψατε προς το εξαλειφθηναι υμων τας αμαρτιας [3 20] οπως αν ελθωσιν καιροι αναψυξεως απο προσωπου του κυριου 20και αποστειλη τον προκεχειρισμενον υμιν χριστον ιησουν 21ον δει ουρανον μεν δεξασθαι αχρι χρονων αποκαταστασεως παντων ων ελαλησεν ο θεος δια στοματος των αγιων απ αιωνος αυτου προφητων 22μωυσης μεν ειπεν οτι προφητην υμιν αναστησει κυριος ο θεος εκ των αδελφων υμων ως εμε αυτου ακουσεσθε κατα παντα οσα αν λαληση προς υμας 23εσται δε πασα ψυχη ητις εαν μη ακουση του προφητου εκεινου εξολεθρευθησεται εκ του λαου 24και παντες δε οι προφηται απο σαμουηλ και των καθεξης οσοι ελαλησαν και κατηγγειλαν τας ημερας ταυτας 25υμεις εστε οι υιοι των προφητων και της διαθηκης ης ο θεος διεθετο προς τους πατερας υμων λεγων προς αβρααμ και εν τω σπερματι σου ευλογηθησονται πασαι αι πατριαι της γης 26υμιν πρωτον αναστησας ο θεος τον παιδα αυτου απεστειλεν αυτον ευλογουντα υμας εν τω αποστρεφειν εκαστον απο των πονηριων [υμων]

« Prev Acts 3 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |