« Prev Acts 19 Next »

Chapter 19

1εγενετο δε εν τω τον απολλω ειναι εν κορινθω παυλον διελθοντα τα ανωτερικα μερη ελθειν εις εφεσον και ευρειν τινας μαθητας 2ειπεν τε προς αυτους ει πνευμα αγιον ελαβετε πιστευσαντες οι δε προς αυτον αλλ ουδ ει πνευμα αγιον εστιν ηκουσαμεν 3ειπεν τε εις τι ουν εβαπτισθητε οι δε ειπαν εις το ιωαννου βαπτισμα 4ειπεν δε παυλος ιωαννης εβαπτισεν βαπτισμα μετανοιας τω λαω λεγων εις τον ερχομενον μετ αυτον ινα πιστευσωσιν τουτ εστιν εις τον ιησουν 5ακουσαντες δε εβαπτισθησαν εις το ονομα του κυριου ιησου 6και επιθεντος αυτοις του παυλου χειρας ηλθεν το πνευμα το αγιον επ αυτους ελαλουν τε γλωσσαις και επροφητευον 7ησαν δε οι παντες ανδρες ωσει δωδεκα 8εισελθων δε εις την συναγωγην επαρρησιαζετο επι μηνας τρεις διαλεγομενος και πειθων περι της βασιλειας του θεου 9ως δε τινες εσκληρυνοντο και ηπειθουν κακολογουντες την οδον ενωπιον του πληθους αποστας απ αυτων αφωρισεν τους μαθητας καθ ημεραν διαλεγομενος εν τη σχολη τυραννου 10τουτο δε εγενετο επι ετη δυο ωστε παντας τους κατοικουντας την ασιαν ακουσαι τον λογον του κυριου ιουδαιους τε και ελληνας 11δυναμεις τε ου τας τυχουσας ο θεος εποιει δια των χειρων παυλου 12ωστε και επι τους ασθενουντας αποφερεσθαι απο του χρωτος αυτου σουδαρια η σιμικινθια και απαλλασσεσθαι απ αυτων τας νοσους τα τε πνευματα τα πονηρα εκπορευεσθαι 13επεχειρησαν δε τινες και των περιερχομενων ιουδαιων εξορκιστων ονομαζειν επι τους εχοντας τα πνευματα τα πονηρα το ονομα του κυριου ιησου λεγοντες ορκιζω υμας τον ιησουν ον παυλος κηρυσσει 14ησαν δε τινος σκευα ιουδαιου αρχιερεως επτα υιοι τουτο ποιουντες 15αποκριθεν δε το πνευμα το πονηρον ειπεν αυτοις τον [μεν] ιησουν γινωσκω και τον παυλον επισταμαι υμεις δε τινες εστε 16και εφαλομενος ο ανθρωπος επ αυτους εν ω ην το πνευμα το πονηρον κατακυριευσας αμφοτερων ισχυσεν κατ αυτων ωστε γυμνους και τετραυματισμενους εκφυγειν εκ του οικου εκεινου 17τουτο δε εγενετο γνωστον πασιν ιουδαιοις τε και ελλησιν τοις κατοικουσιν την εφεσον και επεπεσεν φοβος επι παντας αυτους και εμεγαλυνετο το ονομα του κυριου ιησου 18πολλοι τε των πεπιστευκοτων ηρχοντο εξομολογουμενοι και αναγγελλοντες τας πραξεις αυτων 19ικανοι δε των τα περιεργα πραξαντων συνενεγκαντες τας βιβλους κατεκαιον ενωπιον παντων και συνεψηφισαν τας τιμας αυτων και ευρον αργυριου μυριαδας πεντε 20ουτως κατα κρατος του κυριου ο λογος ηυξανεν και ισχυεν 21ως δε επληρωθη ταυτα εθετο ο παυλος εν τω πνευματι διελθων την μακεδονιαν και αχαιαν πορευεσθαι εις ιεροσολυμα ειπων οτι μετα το γενεσθαι με εκει δει με και ρωμην ιδειν 22αποστειλας δε εις την μακεδονιαν δυο των διακονουντων αυτω τιμοθεον και εραστον αυτος επεσχεν χρονον εις την ασιαν 23εγενετο δε κατα τον καιρον εκεινον ταραχος ουκ ολιγος περι της οδου 24δημητριος γαρ τις ονοματι αργυροκοπος ποιων ναους [αργυρους] αρτεμιδος παρειχετο τοις τεχνιταις ουκ ολιγην εργασιαν 25ους συναθροισας και τους περι τα τοιαυτα εργατας ειπεν ανδρες επιστασθε οτι εκ ταυτης της εργασιας η ευπορια ημιν εστιν 26και θεωρειτε και ακουετε οτι ου μονον εφεσου αλλα σχεδον πασης της ασιας ο παυλος ουτος πεισας μετεστησεν ικανον οχλον λεγων οτι ουκ εισιν θεοι οι δια χειρων γινομενοι 27ου μονον δε τουτο κινδυνευει ημιν το μερος εις απελεγμον ελθειν αλλα και το της μεγαλης θεας αρτεμιδος ιερον εις ουθεν λογισθηναι μελλειν τε και καθαιρεισθαι της μεγαλειοτητος αυτης ην ολη [η] ασια και [η] οικουμενη σεβεται 28ακουσαντες δε και γενομενοι πληρεις θυμου εκραζον λεγοντες μεγαλη η αρτεμις εφεσιων 29και επλησθη η πολις της συγχυσεως ωρμησαν τε ομοθυμαδον εις το θεατρον συναρπασαντες γαιον και αρισταρχον μακεδονας συνεκδημους παυλου 30παυλου δε βουλομενου εισελθειν εις τον δημον ουκ ειων αυτον οι μαθηται 31τινες δε και των ασιαρχων οντες αυτω φιλοι πεμψαντες προς αυτον παρεκαλουν μη δουναι εαυτον εις το θεατρον 32αλλοι μεν ουν αλλο τι εκραζον ην γαρ η εκκλησια συγκεχυμενη και οι πλειους ουκ ηδεισαν τινος ενεκα συνεληλυθεισαν 33εκ δε του οχλου συνεβιβασαν αλεξανδρον προβαλοντων αυτον των ιουδαιων ο δε αλεξανδρος κατασεισας την χειρα ηθελεν απολογεισθαι τω δημω 34επιγνοντες δε οτι ιουδαιος εστιν φωνη εγενετο μια εκ παντων ωσει επι ωρας δυο κραζοντων μεγαλη η αρτεμις εφεσιων 35καταστειλας δε τον οχλον ο γραμματευς φησιν ανδρες εφεσιοι τις γαρ εστιν ανθρωπων ος ου γινωσκει την εφεσιων πολιν νεωκορον ουσαν της μεγαλης αρτεμιδος και του διοπετους 36αναντιρρητων ουν οντων τουτων δεον εστιν υμας κατεσταλμενους υπαρχειν και μηδεν προπετες πρασσειν 37ηγαγετε γαρ τους ανδρας τουτους ουτε ιεροσυλους ουτε βλασφημουντας την θεον ημων 38ει μεν ουν δημητριος και οι συν αυτω τεχνιται εχουσιν προς τινα λογον αγοραιοι αγονται και ανθυπατοι εισιν εγκαλειτωσαν αλληλοις 39ει δε τι περαιτερω επιζητειτε εν τη εννομω εκκλησια επιλυθησεται 40και γαρ κινδυνευομεν εγκαλεισθαι στασεως περι της σημερον μηδενος αιτιου υπαρχοντος περι ου ου δυνησομεθα αποδουναι λογον περι της συστροφης ταυτης 41και ταυτα ειπων απελυσεν την εκκλησιαν

« Prev Acts 19 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |