« Prev Acts 18 Next »

Chapter 18

1μετα ταυτα χωρισθεις εκ των αθηνων ηλθεν εις κορινθον 2και ευρων τινα ιουδαιον ονοματι ακυλαν ποντικον τω γενει προσφατως εληλυθοτα απο της ιταλιας και πρισκιλλαν γυναικα αυτου δια το διατεταχεναι κλαυδιον χωριζεσθαι παντας τους ιουδαιους απο της ρωμης προσηλθεν αυτοις 3και δια το ομοτεχνον ειναι εμενεν παρ αυτοις και ηργαζοντο ησαν γαρ σκηνοποιοι τη τεχνη 4διελεγετο δε εν τη συναγωγη κατα παν σαββατον επειθεν τε ιουδαιους και ελληνας 5ως δε κατηλθον απο της μακεδονιας ο τε σιλας και ο τιμοθεος συνειχετο τω λογω ο παυλος διαμαρτυρομενος τοις ιουδαιοις ειναι τον χριστον ιησουν 6αντιτασσομενων δε αυτων και βλασφημουντων εκτιναξαμενος τα ιματια ειπεν προς αυτους το αιμα υμων επι την κεφαλην υμων καθαρος εγω απο του νυν εις τα εθνη πορευσομαι 7και μεταβας εκειθεν ηλθεν εις οικιαν τινος ονοματι τιτιου ιουστου σεβομενου τον θεον ου η οικια ην συνομορουσα τη συναγωγη 8κρισπος δε ο αρχισυναγωγος επιστευσεν τω κυριω συν ολω τω οικω αυτου και πολλοι των κορινθιων ακουοντες επιστευον και εβαπτιζοντο 9ειπεν δε ο κυριος εν νυκτι δι οραματος τω παυλω μη φοβου αλλα λαλει και μη σιωπησης 10διοτι εγω ειμι μετα σου και ουδεις επιθησεται σοι του κακωσαι σε διοτι λαος εστιν μοι πολυς εν τη πολει ταυτη 11εκαθισεν δε ενιαυτον και μηνας εξ διδασκων εν αυτοις τον λογον του θεου 12γαλλιωνος δε ανθυπατου οντος της αχαιας κατεπεστησαν οι ιουδαιοι ομοθυμαδον τω παυλω και ηγαγον αυτον επι το βημα 13λεγοντες οτι παρα τον νομον αναπειθει ουτος τους ανθρωπους σεβεσθαι τον θεον 14μελλοντος δε του παυλου ανοιγειν το στομα ειπεν ο γαλλιων προς τους ιουδαιους ει μεν ην αδικημα τι η ραδιουργημα πονηρον ω ιουδαιοι κατα λογον αν ανεσχομην υμων 15ει δε ζητηματα εστιν περι λογου και ονοματων και νομου του καθ υμας οψεσθε αυτοι κριτης εγω τουτων ου βουλομαι ειναι 16και απηλασεν αυτους απο του βηματος 17επιλαβομενοι δε παντες σωσθενην τον αρχισυναγωγον ετυπτον εμπροσθεν του βηματος και ουδεν τουτων τω γαλλιωνι εμελεν 18ο δε παυλος ετι προσμεινας ημερας ικανας τοις αδελφοις αποταξαμενος εξεπλει εις την συριαν και συν αυτω πρισκιλλα και ακυλας κειραμενος εν κεγχρεαις την κεφαλην ειχεν γαρ ευχην 19κατηντησαν δε εις εφεσον κακεινους κατελιπεν αυτου αυτος δε εισελθων εις την συναγωγην διελεξατο τοις ιουδαιοις 20ερωτωντων δε αυτων επι πλειονα χρονον μειναι ουκ επενευσεν 21αλλα αποταξαμενος και ειπων παλιν ανακαμψω προς υμας του θεου θελοντος ανηχθη απο της εφεσου 22και κατελθων εις καισαρειαν αναβας και ασπασαμενος την εκκλησιαν κατεβη εις αντιοχειαν 23και ποιησας χρονον τινα εξηλθεν διερχομενος καθεξης την γαλατικην χωραν και φρυγιαν στηριζων παντας τους μαθητας 24ιουδαιος δε τις απολλως ονοματι αλεξανδρευς τω γενει ανηρ λογιος κατηντησεν εις εφεσον δυνατος ων εν ταις γραφαις 25ουτος ην κατηχημενος την οδον του κυριου και ζεων τω πνευματι ελαλει και εδιδασκεν ακριβως τα περι του ιησου επισταμενος μονον το βαπτισμα ιωαννου 26ουτος τε ηρξατο παρρησιαζεσθαι εν τη συναγωγη ακουσαντες δε αυτου πρισκιλλα και ακυλας προσελαβοντο αυτον και ακριβεστερον αυτω εξεθεντο την οδον του θεου 27βουλομενου δε αυτου διελθειν εις την αχαιαν προτρεψαμενοι οι αδελφοι εγραψαν τοις μαθηταις αποδεξασθαι αυτον ος παραγενομενος συνεβαλετο πολυ τοις πεπιστευκοσιν δια της χαριτος 28ευτονως γαρ τοις ιουδαιοις διακατηλεγχετο δημοσια επιδεικνυς δια των γραφων ειναι τον χριστον ιησουν

« Prev Acts 18 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |