« Prev Acts 17 Next »

Chapter 17

1διοδευσαντες δε την αμφιπολιν και την απολλωνιαν ηλθον εις θεσσαλονικην οπου ην συναγωγη των ιουδαιων 2κατα δε το ειωθος τω παυλω εισηλθεν προς αυτους και επι σαββατα τρια διελεξατο αυτοις απο των γραφων 3διανοιγων και παρατιθεμενος οτι τον χριστον εδει παθειν και αναστηναι εκ νεκρων και οτι ουτος εστιν ο χριστος ο ιησους ον εγω καταγγελλω υμιν 4και τινες εξ αυτων επεισθησαν και προσεκληρωθησαν τω παυλω και [τω] σιλα των τε σεβομενων ελληνων πληθος πολυ γυναικων τε των πρωτων ουκ ολιγαι 5ζηλωσαντες δε οι ιουδαιοι και προσλαβομενοι των αγοραιων ανδρας τινας πονηρους και οχλοποιησαντες εθορυβουν την πολιν και επισταντες τη οικια ιασονος εζητουν αυτους προαγαγειν εις τον δημον 6μη ευροντες δε αυτους εσυρον ιασονα και τινας αδελφους επι τους πολιταρχας βοωντες οτι οι την οικουμενην αναστατωσαντες ουτοι και ενθαδε παρεισιν 7ους υποδεδεκται ιασων και ουτοι παντες απεναντι των δογματων καισαρος πρασσουσιν βασιλεα ετερον λεγοντες ειναι ιησουν 8εταραξαν δε τον οχλον και τους πολιταρχας ακουοντας ταυτα 9και λαβοντες το ικανον παρα του ιασονος και των λοιπων απελυσαν αυτους 10οι δε αδελφοι ευθεως δια νυκτος εξεπεμψαν τον τε παυλον και τον σιλαν εις βεροιαν οιτινες παραγενομενοι εις την συναγωγην των ιουδαιων απηεσαν 11ουτοι δε ησαν ευγενεστεροι των εν θεσσαλονικη οιτινες εδεξαντο τον λογον μετα πασης προθυμιας [το] καθ ημεραν ανακρινοντες τας γραφας ει εχοι ταυτα ουτως 12πολλοι μεν ουν εξ αυτων επιστευσαν και των ελληνιδων γυναικων των ευσχημονων και ανδρων ουκ ολιγοι 13ως δε εγνωσαν οι απο της θεσσαλονικης ιουδαιοι οτι και εν τη βεροια κατηγγελη υπο του παυλου ο λογος του θεου ηλθον κακει σαλευοντες και ταρασσοντες τους οχλους 14ευθεως δε τοτε τον παυλον εξαπεστειλαν οι αδελφοι πορευεσθαι εως επι την θαλασσαν υπεμειναν τε ο τε σιλας και ο τιμοθεος εκει 15οι δε καθιστανοντες τον παυλον ηγαγον εως αθηνων και λαβοντες εντολην προς τον σιλαν και τον τιμοθεον ινα ως ταχιστα ελθωσιν προς αυτον εξηεσαν 16εν δε ταις αθηναις εκδεχομενου αυτους του παυλου παρωξυνετο το πνευμα αυτου εν αυτω θεωρουντος κατειδωλον ουσαν την πολιν 17διελεγετο μεν ουν εν τη συναγωγη τοις ιουδαιοις και τοις σεβομενοις και εν τη αγορα κατα πασαν ημεραν προς τους παρατυγχανοντας 18τινες δε και των επικουρειων και στοικων φιλοσοφων συνεβαλλον αυτω και τινες ελεγον τι αν θελοι ο σπερμολογος ουτος λεγειν οι δε ξενων δαιμονιων δοκει καταγγελευς ειναι οτι τον ιησουν και την αναστασιν ευηγγελιζετο 19επιλαβομενοι δε αυτου επι τον αρειον παγον ηγαγον λεγοντες δυναμεθα γνωναι τις η καινη αυτη [η] υπο σου λαλουμενη διδαχη 20ξενιζοντα γαρ τινα εισφερεις εις τας ακοας ημων βουλομεθα ουν γνωναι τινα θελει ταυτα ειναι 21αθηναιοι δε παντες και οι επιδημουντες ξενοι εις ουδεν ετερον ηυκαιρουν η λεγειν τι η ακουειν τι καινοτερον 22σταθεις δε παυλος εν μεσω του αρειου παγου εφη ανδρες αθηναιοι κατα παντα ως δεισιδαιμονεστερους υμας θεωρω 23διερχομενος γαρ και αναθεωρων τα σεβασματα υμων ευρον και βωμον εν ω επεγεγραπτο αγνωστω θεω ο ουν αγνοουντες ευσεβειτε τουτο εγω καταγγελλω υμιν 24ο θεος ο ποιησας τον κοσμον και παντα τα εν αυτω ουτος ουρανου και γης υπαρχων κυριος ουκ εν χειροποιητοις ναοις κατοικει 25ουδε υπο χειρων ανθρωπινων θεραπευεται προσδεομενος τινος αυτος διδους πασιν ζωην και πνοην και τα παντα 26εποιησεν τε εξ ενος παν εθνος ανθρωπων κατοικειν επι παντος προσωπου της γης ορισας προστεταγμενους καιρους και τας οροθεσιας της κατοικιας αυτων 27ζητειν τον θεον ει αρα γε ψηλαφησειαν αυτον και ευροιεν και γε ου μακραν απο ενος εκαστου ημων υπαρχοντα 28εν αυτω γαρ ζωμεν και κινουμεθα και εσμεν ως και τινες των καθ υμας ποιητων ειρηκασιν του γαρ και γενος εσμεν 29γενος ουν υπαρχοντες του θεου ουκ οφειλομεν νομιζειν χρυσω η αργυρω η λιθω χαραγματι τεχνης και ενθυμησεως ανθρωπου το θειον ειναι ομοιον 30τους μεν ουν χρονους της αγνοιας υπεριδων ο θεος τα νυν απαγγελλει τοις ανθρωποις παντας πανταχου μετανοειν 31καθοτι εστησεν ημεραν εν η μελλει κρινειν την οικουμενην εν δικαιοσυνη εν ανδρι ω ωρισεν πιστιν παρασχων πασιν αναστησας αυτον εκ νεκρων 32ακουσαντες δε αναστασιν νεκρων οι μεν εχλευαζον οι δε ειπαν ακουσομεθα σου περι τουτου και παλιν 33ουτως ο παυλος εξηλθεν εκ μεσου αυτων 34τινες δε ανδρες κολληθεντες αυτω επιστευσαν εν οις και διονυσιος [ο] αρεοπαγιτης και γυνη ονοματι δαμαρις και ετεροι συν αυτοις

« Prev Acts 17 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |