« Prev Acts 20 Next »

Chapter 20

1μετα δε το παυσασθαι τον θορυβον μεταπεμψαμενος ο παυλος τους μαθητας και παρακαλεσας ασπασαμενος εξηλθεν πορευεσθαι εις μακεδονιαν 2διελθων δε τα μερη εκεινα και παρακαλεσας αυτους λογω πολλω ηλθεν εις την ελλαδα 3ποιησας τε μηνας τρεις γενομενης επιβουλης αυτω υπο των ιουδαιων μελλοντι αναγεσθαι εις την συριαν εγενετο γνωμης του υποστρεφειν δια μακεδονιας 4συνειπετο δε αυτω σωπατρος πυρρου βεροιαιος θεσσαλονικεων δε αρισταρχος και σεκουνδος και γαιος δερβαιος και τιμοθεος ασιανοι δε τυχικος και τροφιμος 5ουτοι δε προσελθοντες εμενον ημας εν τρωαδι 6ημεις δε εξεπλευσαμεν μετα τας ημερας των αζυμων απο φιλιππων και ηλθομεν προς αυτους εις την τρωαδα αχρις ημερων πεντε ου διετριψαμεν ημερας επτα 7εν δε τη μια των σαββατων συνηγμενων ημων κλασαι αρτον ο παυλος διελεγετο αυτοις μελλων εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου 8ησαν δε λαμπαδες ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι 9καθεζομενος δε τις νεανιας ονοματι ευτυχος επι της θυριδος καταφερομενος υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεις απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκρος 10καταβας δε ο παυλος επεπεσεν αυτω και συμπεριλαβων ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν 11αναβας δε [και] κλασας τον αρτον και γευσαμενος εφ ικανον τε ομιλησας αχρις αυγης ουτως εξηλθεν 12ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριως 13ημεις δε προελθοντες επι το πλοιον ανηχθημεν επι την ασσον εκειθεν μελλοντες αναλαμβανειν τον παυλον ουτως γαρ διατεταγμενος ην μελλων αυτος πεζευειν 14ως δε συνεβαλλεν ημιν εις την ασσον αναλαβοντες αυτον ηλθομεν εις μιτυληνην 15κακειθεν αποπλευσαντες τη επιουση κατηντησαμεν αντικρυς χιου τη δε ετερα παρεβαλομεν εις σαμον τη δε εχομενη ηλθομεν εις μιλητον 16κεκρικει γαρ ο παυλος παραπλευσαι την εφεσον οπως μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημεραν της πεντηκοστης γενεσθαι εις ιεροσολυμα 17απο δε της μιλητου πεμψας εις εφεσον μετεκαλεσατο τους πρεσβυτερους της εκκλησιας 18ως δε παρεγενοντο προς αυτον ειπεν αυτοις υμεις επιστασθε απο πρωτης ημερας αφ ης επεβην εις την ασιαν πως μεθ υμων τον παντα χρονον εγενομην 19δουλευων τω κυριω μετα πασης ταπεινοφροσυνης και δακρυων και πειρασμων των συμβαντων μοι εν ταις επιβουλαις των ιουδαιων 20ως ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμας δημοσια και κατ οικους 21διαμαρτυρομενος ιουδαιοις τε και ελλησιν την εις θεον μετανοιαν και πιστιν εις τον κυριον ημων ιησουν 22και νυν ιδου δεδεμενος εγω τω πνευματι πορευομαι εις ιερουσαλημ τα εν αυτη συναντησοντα εμοι μη ειδως 23πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται μοι λεγον οτι δεσμα και θλιψεις με μενουσιν 24αλλ ουδενος λογου ποιουμαι την ψυχην τιμιαν εμαυτω ως τελειωσω τον δρομον μου και την διακονιαν ην ελαβον παρα του κυριου ιησου διαμαρτυρασθαι το ευαγγελιον της χαριτος του θεου 25και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεις παντες εν οις διηλθον κηρυσσων την βασιλειαν 26διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαρος ειμι απο του αιματος παντων 27ου γαρ υπεστειλαμην του μη αναγγειλαι πασαν την βουλην του θεου υμιν 28προσεχετε εαυτοις και παντι τω ποιμνιω εν ω υμας το πνευμα το αγιον εθετο επισκοπους ποιμαινειν την εκκλησιαν του θεου ην περιεποιησατο δια του αιματος του ιδιου 29εγω οιδα οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεις εις υμας μη φειδομενοι του ποιμνιου 30και εξ υμων [αυτων] αναστησονται ανδρες λαλουντες διεστραμμενα του αποσπαν τους μαθητας οπισω εαυτων 31διο γρηγορειτε μνημονευοντες οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον 32και τα νυν παρατιθεμαι υμας τω κυριω και τω λογω της χαριτος αυτου τω δυναμενω οικοδομησαι και δουναι την κληρονομιαν εν τοις ηγιασμενοις πασιν 33αργυριου η χρυσιου η ιματισμου ουδενος επεθυμησα 34αυτοι γινωσκετε οτι ταις χρειαις μου και τοις ουσιν μετ εμου υπηρετησαν αι χειρες αυται 35παντα υπεδειξα υμιν οτι ουτως κοπιωντας δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυριου ιησου οτι αυτος ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανειν 36και ταυτα ειπων θεις τα γονατα αυτου συν πασιν αυτοις προσηυξατο 37ικανος δε κλαυθμος εγενετο παντων και επιπεσοντες επι τον τραχηλον του παυλου κατεφιλουν αυτον 38οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εις το πλοιον

« Prev Acts 20 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |