« Prev 1 Corinthians 13 Next »

Chapter 13

1εαν ταις γλωσσαις των ανθρωπων λαλω και των αγγελων αγαπην δε μη εχω γεγονα χαλκος ηχων η κυμβαλον αλαλαζον 2καν εχω προφητειαν και ειδω τα μυστηρια παντα και πασαν την γνωσιν καν εχω πασαν την πιστιν ωστε ορη μεθιστανειν αγαπην δε μη εχω ουθεν ειμι 3καν ψωμισω παντα τα υπαρχοντα μου καν παραδω το σωμα μου ινα καυχησωμαι αγαπην δε μη εχω ουδεν ωφελουμαι 4η αγαπη μακροθυμει χρηστευεται η αγαπη ου ζηλοι ου περπερευεται ου φυσιουται 5ουκ ασχημονει ου ζητει τα εαυτης ου παροξυνεται ου λογιζεται το κακον 6ου χαιρει επι τη αδικια συγχαιρει δε τη αληθεια 7παντα στεγει παντα πιστευει παντα ελπιζει παντα υπομενει 8η αγαπη ουδεποτε πιπτει ειτε δε προφητειαι καταργηθησονται ειτε γλωσσαι παυσονται ειτε γνωσις καταργηθησεται 9εκ μερους γαρ γινωσκομεν και εκ μερους προφητευομεν 10οταν δε ελθη το τελειον το εκ μερους καταργηθησεται 11οτε ημην νηπιος ελαλουν ως νηπιος εφρονουν ως νηπιος ελογιζομην ως νηπιος οτε γεγονα ανηρ κατηργηκα τα του νηπιου 12βλεπομεν γαρ αρτι δι εσοπτρου εν αινιγματι τοτε δε προσωπον προς προσωπον αρτι γινωσκω εκ μερους τοτε δε επιγνωσομαι καθως και επεγνωσθην 13νυνι δε μενει πιστις ελπις αγαπη τα τρια ταυτα μειζων δε τουτων η αγαπη

« Prev 1 Corinthians 13 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |