« Prev Revelation 11 Next »

Chapter 11

1και εδοθη μοι καλαμος ομοιος ραβδω λεγων εγειρε και μετρησον τον ναον του θεου και το θυσιαστηριον και τους προσκυνουντας εν αυτω 2και την αυλην την εξωθεν του ναου εκβαλε εξωθεν και μη αυτην μετρησης οτι εδοθη τοις εθνεσιν και την πολιν την αγιαν πατησουσιν μηνας τεσσερακοντα [και] δυο 3και δωσω τοις δυσιν μαρτυσιν μου και προφητευσουσιν ημερας χιλιας διακοσιας εξηκοντα περιβεβλημενους σακκους 4ουτοι εισιν αι δυο ελαιαι και αι δυο λυχνιαι [αι] ενωπιον του κυριου της γης εστωτες 5και ει τις αυτους θελει αδικησαι πυρ εκπορευεται εκ του στοματος αυτων και κατεσθιει τους εχθρους αυτων και ει τις θεληση αυτους αδικησαι ουτως δει αυτον αποκτανθηναι 6ουτοι εχουσιν την εξουσιαν κλεισαι τον ουρανον ινα μη υετος βρεχη τας ημερας της προφητειας αυτων και εξουσιαν εχουσιν επι των υδατων στρεφειν αυτα εις αιμα και παταξαι την γην εν παση πληγη οσακις εαν θελησωσιν 7και οταν τελεσωσιν την μαρτυριαν αυτων το θηριον το αναβαινον εκ της αβυσσου ποιησει μετ αυτων πολεμον και νικησει αυτους και αποκτενει αυτους 8και το πτωμα αυτων επι της πλατειας της πολεως της μεγαλης ητις καλειται πνευματικως σοδομα και αιγυπτος οπου και ο κυριος αυτων εσταυρωθη 9και βλεπουσιν εκ των λαων και φυλων και γλωσσων και εθνων το πτωμα αυτων ημερας τρεις και ημισυ και τα πτωματα αυτων ουκ αφιουσιν τεθηναι εις μνημα 10και οι κατοικουντες επι της γης χαιρουσιν επ αυτοις και ευφραινονται και δωρα πεμψουσιν αλληλοις οτι ουτοι οι δυο προφηται εβασανισαν τους κατοικουντας επι της γης 11και μετα [τας] τρεις ημερας και ημισυ πνευμα ζωης εκ του θεου εισηλθεν [εν] αυτοις και εστησαν επι τους ποδας αυτων και φοβος μεγας επεπεσεν επι τους θεωρουντας αυτους 12και ηκουσαν φωνης μεγαλης εκ του ουρανου λεγουσης αυτοις αναβατε ωδε και ανεβησαν εις τον ουρανον εν τη νεφελη και εθεωρησαν αυτους οι εχθροι αυτων 13και εν εκεινη τη ωρα εγενετο σεισμος μεγας και το δεκατον της πολεως επεσεν και απεκτανθησαν εν τω σεισμω ονοματα ανθρωπων χιλιαδες επτα και οι λοιποι εμφοβοι εγενοντο και εδωκαν δοξαν τω θεω του ουρανου 14η ουαι η δευτερα απηλθεν ιδου η ουαι η τριτη ερχεται ταχυ 15και ο εβδομος αγγελος εσαλπισεν και εγενοντο φωναι μεγαλαι εν τω ουρανω λεγοντες εγενετο η βασιλεια του κοσμου του κυριου ημων και του χριστου αυτου και βασιλευσει εις τους αιωνας των αιωνων 16και οι εικοσι τεσσαρες πρεσβυτεροι [οι] ενωπιον του θεου καθημενοι επι τους θρονους αυτων επεσαν επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω 17λεγοντες ευχαριστουμεν σοι κυριε ο θεος ο παντοκρατωρ ο ων και ο ην οτι ειληφας την δυναμιν σου την μεγαλην και εβασιλευσας 18και τα εθνη ωργισθησαν και ηλθεν η οργη σου και ο καιρος των νεκρων κριθηναι και δουναι τον μισθον τοις δουλοις σου τοις προφηταις και τοις αγιοις και τοις φοβουμενοις το ονομα σου τους μικρους και τους μεγαλους και διαφθειραι τους διαφθειροντας την γην 19και ηνοιγη ο ναος του θεου ο εν τω ουρανω και ωφθη η κιβωτος της διαθηκης αυτου εν τω ναω αυτου και εγενοντο αστραπαι και φωναι και βρονται και σεισμος και χαλαζα μεγαλη

« Prev Revelation 11 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |