« Prev Luke 12 Next »

Chapter 12

1εν οις επισυναχθεισων των μυριαδων του οχλου ωστε καταπατειν αλληλους ηρξατο λεγειν προς τους μαθητας αυτου πρωτον προσεχετε εαυτοις απο της ζυμης ητις εστιν υποκρισις των φαρισαιων 2ουδεν δε συγκεκαλυμμενον εστιν ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται 3ανθ ων οσα εν τη σκοτια ειπατε εν τω φωτι ακουσθησεται και ο προς το ους ελαλησατε εν τοις ταμειοις κηρυχθησεται επι των δωματων 4λεγω δε υμιν τοις φιλοις μου μη φοβηθητε απο των αποκτεινοντων το σωμα και μετα ταυτα μη εχοντων περισσοτερον τι ποιησαι 5υποδειξω δε υμιν τινα φοβηθητε φοβηθητε τον μετα το αποκτειναι εχοντα εξουσιαν εμβαλειν εις την γεενναν ναι λεγω υμιν τουτον φοβηθητε 6ουχι πεντε στρουθια πωλουνται ασσαριων δυο και εν εξ αυτων ουκ εστιν επιλελησμενον ενωπιον του θεου 7αλλα και αι τριχες της κεφαλης υμων πασαι ηριθμηνται μη φοβεισθε πολλων στρουθιων διαφερετε 8λεγω δε υμιν πας ος αν ομολογησει εν εμοι εμπροσθεν των ανθρωπων και ο υιος του ανθρωπου ομολογησει εν αυτω εμπροσθεν των αγγελων του θεου 9ο δε αρνησαμενος με ενωπιον των ανθρωπων απαρνηθησεται ενωπιον των αγγελων του θεου 10και πας ος ερει λογον εις τον υιον του ανθρωπου αφεθησεται αυτω τω δε εις το αγιον πνευμα βλασφημησαντι ουκ αφεθησεται 11οταν δε εισφερωσιν υμας επι τας συναγωγας και τας αρχας και τας εξουσιας μη μεριμνησητε πως [η τι] απολογησησθε η τι ειπητε 12το γαρ αγιον πνευμα διδαξει υμας εν αυτη τη ωρα α δει ειπειν 13ειπεν δε τις εκ του οχλου αυτω διδασκαλε ειπε τω αδελφω μου μερισασθαι μετ εμου την κληρονομιαν 14ο δε ειπεν αυτω ανθρωπε τις με κατεστησεν κριτην η μεριστην εφ υμας 15ειπεν δε προς αυτους ορατε και φυλασσεσθε απο πασης πλεονεξιας οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτου εστιν εκ των υπαρχοντων αυτω 16ειπεν δε παραβολην προς αυτους λεγων ανθρωπου τινος πλουσιου ευφορησεν η χωρα 17και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τους καρπους μου 18και ειπεν τουτο ποιησω καθελω μου τας αποθηκας και μειζονας οικοδομησω και συναξω εκει παντα τον σιτον και τα αγαθα μου 19και ερω τη ψυχη μου ψυχη εχεις πολλα αγαθα [κειμενα εις ετη πολλα αναπαυου φαγε πιε] ευφραινου 20ειπεν δε αυτω ο θεος αφρων ταυτη τη νυκτι την ψυχην σου αιτουσιν απο σου α δε ητοιμασας τινι εσται 21[ουτως ο θησαυριζων εαυτω και μη εις θεον πλουτων] 22ειπεν δε προς τους μαθητας [αυτου] δια τουτο λεγω υμιν μη μεριμνατε τη ψυχη τι φαγητε μηδε τω σωματι [υμων] τι ενδυσησθε 23η γαρ ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος 24κατανοησατε τους κορακας οτι ου σπειρουσιν ουδε θεριζουσιν οις ουκ εστιν ταμειον ουδε αποθηκη και ο θεος τρεφει αυτους ποσω μαλλον υμεις διαφερετε των πετεινων 25τις δε εξ υμων μεριμνων δυναται επι την ηλικιαν αυτου προσθειναι πηχυν 26ει ουν ουδε ελαχιστον δυνασθε τι περι των λοιπων μεριμνατε 27κατανοησατε τα κρινα πως αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων 28ει δε εν αγρω τον χορτον οντα σημερον και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεζει ποσω μαλλον υμας ολιγοπιστοι 29και υμεις μη ζητειτε τι φαγητε και τι πιητε και μη μετεωριζεσθε 30ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητουσιν υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων 31πλην ζητειτε την βασιλειαν αυτου και ταυτα προστεθησεται υμιν 32μη φοβου το μικρον ποιμνιον οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν 33πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην ποιησατε εαυτοις βαλλαντια μη παλαιουμενα θησαυρον ανεκλειπτον εν τοις ουρανοις οπου κλεπτης ουκ εγγιζει ουδε σης διαφθειρει 34οπου γαρ εστιν ο θησαυρος υμων εκει και η καρδια υμων εσται 35εστωσαν υμων αι οσφυες περιεζωσμεναι και οι λυχνοι καιομενοι 36και υμεις ομοιοι ανθρωποις προσδεχομενοις τον κυριον εαυτων ποτε αναλυση εκ των γαμων ινα ελθοντος και κρουσαντος ευθεως ανοιξωσιν αυτω 37μακαριοι οι δουλοι εκεινοι ους ελθων ο κυριος ευρησει γρηγορουντας αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτους και παρελθων διακονησει αυτοις 38καν εν τη δευτερα καν εν τη τριτη φυλακη ελθη και ευρη ουτως μακαριοι εισιν εκεινοι 39τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια ωρα ο κλεπτης ερχεται εγρηγορησεν αν και ουκ αφηκεν διορυχθηναι τον οικον αυτου 40και υμεις γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιος του ανθρωπου ερχεται 41ειπεν δε ο πετρος κυριε προς ημας την παραβολην ταυτην λεγεις η και προς παντας 42και ειπεν ο κυριος τις αρα εστιν ο πιστος οικονομος ο φρονιμος ον καταστησει ο κυριος επι της θεραπειας αυτου του διδοναι εν καιρω [το] σιτομετριον 43μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ποιουντα ουτως 44αληθως λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον 45εαν δε ειπη ο δουλος εκεινος εν τη καρδια αυτου χρονιζει ο κυριος μου ερχεσθαι και αρξηται τυπτειν τους παιδας και τας παιδισκας εσθιειν τε και πινειν και μεθυσκεσθαι 46ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει και διχοτομησει αυτον και το μερος αυτου μετα των απιστων θησει 47εκεινος δε ο δουλος ο γνους το θελημα του κυριου αυτου και μη ετοιμασας η ποιησας προς το θελημα αυτου δαρησεται πολλας 48ο δε μη γνους ποιησας δε αξια πληγων δαρησεται ολιγας παντι δε ω εδοθη πολυ πολυ ζητηθησεται παρ αυτου και ω παρεθεντο πολυ περισσοτερον αιτησουσιν αυτον 49πυρ ηλθον βαλειν επι την γην και τι θελω ει ηδη ανηφθη 50βαπτισμα δε εχω βαπτισθηναι και πως συνεχομαι εως οτου τελεσθη 51δοκειτε οτι ειρηνην παρεγενομην δουναι εν τη γη ουχι λεγω υμιν αλλ η διαμερισμον 52εσονται γαρ απο του νυν πεντε εν ενι οικω διαμεμερισμενοι τρεις επι δυσιν και δυο επι τρισιν 53διαμερισθησονται πατηρ επι υιω και υιος επι πατρι μητηρ επι θυγατερα και θυγατηρ επι την μητερα πενθερα επι την νυμφην αυτης και νυμφη επι την πενθεραν 54ελεγεν δε και τοις οχλοις οταν ιδητε νεφελην ανατελλουσαν επι δυσμων ευθεως λεγετε οτι ομβρος ερχεται και γινεται ουτως 55και οταν νοτον πνεοντα λεγετε οτι καυσων εσται και γινεται 56υποκριται το προσωπον της γης και του ουρανου οιδατε δοκιμαζειν τον καιρον δε τουτον πως ουκ οιδατε δοκιμαζειν 57τι δε και αφ εαυτων ου κρινετε το δικαιον 58ως γαρ υπαγεις μετα του αντιδικου σου επ αρχοντα εν τη οδω δος εργασιαν απηλλαχθαι [απ] αυτου μηποτε κατασυρη σε προς τον κριτην και ο κριτης σε παραδωσει τω πρακτορι και ο πρακτωρ σε βαλει εις φυλακην 59λεγω σοι ου μη εξελθης εκειθεν εως και το εσχατον λεπτον αποδως

« Prev Luke 12 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |