« Prev Hebrews 5 Next »

Chapter 5

1πας γαρ αρχιερευς εξ ανθρωπων λαμβανομενος υπερ ανθρωπων καθισταται τα προς τον θεον ινα προσφερη δωρα [τε] και θυσιας υπερ αμαρτιων 2μετριοπαθειν δυναμενος τοις αγνοουσιν και πλανωμενοις επει και αυτος περικειται ασθενειαν 3και δι αυτην οφειλει καθως περι του λαου ουτως και περι εαυτου προσφερειν περι αμαρτιων 4και ουχ εαυτω τις λαμβανει την τιμην αλλα καλουμενος υπο του θεου καθωσπερ και ααρων 5ουτως και ο χριστος ουχ εαυτον εδοξασεν γενηθηναι αρχιερεα αλλ ο λαλησας προς αυτον υιος μου ει συ εγω σημερον γεγεννηκα σε 6καθως και εν ετερω λεγει συ ιερευς εις τον αιωνα κατα την ταξιν μελχισεδεκ 7ος εν ταις ημεραις της σαρκος αυτου δεησεις τε και ικετηριας προς τον δυναμενον σωζειν αυτον εκ θανατου μετα κραυγης ισχυρας και δακρυων προσενεγκας και εισακουσθεις απο της ευλαβειας 8καιπερ ων υιος εμαθεν αφ ων επαθεν την υπακοην 9και τελειωθεις εγενετο πασιν τοις υπακουουσιν αυτω αιτιος σωτηριας αιωνιου 10προσαγορευθεις υπο του θεου αρχιερευς κατα την ταξιν μελχισεδεκ 11περι ου πολυς ημιν ο λογος και δυσερμηνευτος λεγειν επει νωθροι γεγονατε ταις ακοαις 12και γαρ οφειλοντες ειναι διδασκαλοι δια τον χρονον παλιν χρειαν εχετε του διδασκειν υμας τινα τα στοιχεια της αρχης των λογιων του θεου και γεγονατε χρειαν εχοντες γαλακτος ου στερεας τροφης 13πας γαρ ο μετεχων γαλακτος απειρος λογου δικαιοσυνης νηπιος γαρ εστιν 14τελειων δε εστιν η στερεα τροφη των δια την εξιν τα αισθητηρια γεγυμνασμενα εχοντων προς διακρισιν καλου τε και κακου

« Prev Hebrews 5 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |