« Prev 2 Timothy 2 Next »

Chapter 2

1συ ουν τεκνον μου ενδυναμου εν τη χαριτι τη εν χριστω ιησου 2και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι 3συ ουν κακοπαθησον ως καλος στρατιωτης ιησου χριστου 4ουδεις στρατευομενος εμπλεκεται ταις του βιου πραγματειαις ινα τω στρατολογησαντι αρεση 5εαν δε και αθλη τις ου στεφανουται εαν μη νομιμως αθληση 6τον κοπιωντα γεωργον δει πρωτον των καρπων μεταλαμβανειν 7νοει α λεγω δωη γαρ σοι ο κυριος συνεσιν εν πασιν 8μνημονευε ιησουν χριστον εγηγερμενον εκ νεκρων εκ σπερματος δαβιδ κατα το ευαγγελιον μου 9εν ω κακοπαθω μεχρι δεσμων ως κακουργος αλλ ο λογος του θεου ου δεδεται 10δια τουτο παντα υπομενω δια τους εκλεκτους ινα και αυτοι σωτηριας τυχωσιν της εν χριστω ιησου μετα δοξης αιωνιου 11πιστος ο λογος ει γαρ συναπεθανομεν και συζησομεν 12ει υπομενομεν και συμβασιλευσομεν ει αρνουμεθα κακεινος αρνησεται ημας 13ει απιστουμεν εκεινος πιστος μενει αρνησασθαι εαυτον ου δυναται 14ταυτα υπομιμνησκε διαμαρτυρομενος ενωπιον του κυριου μη λογομαχειν εις ουδεν χρησιμον επι καταστροφη των ακουοντων 15σπουδασον σεαυτον δοκιμον παραστησαι τω θεω εργατην ανεπαισχυντον ορθοτομουντα τον λογον της αληθειας 16τας δε βεβηλους κενοφωνιας περιιστασο επι πλειον γαρ προκοψουσιν ασεβειας 17και ο λογος αυτων ως γαγγραινα νομην εξει ων εστιν υμεναιος και φιλητος 18οιτινες περι την αληθειαν ηστοχησαν λεγοντες την αναστασιν ηδη γεγονεναι και ανατρεπουσιν την τινων πιστιν 19ο μεντοι στερεος θεμελιος του θεου εστηκεν εχων την σφραγιδα ταυτην εγνω κυριος τους οντας αυτου και αποστητω απο αδικιας πας ο ονομαζων το ονομα χριστου 20εν μεγαλη δε οικια ουκ εστιν μονον σκευη χρυσα και αργυρα αλλα και ξυλινα και οστρακινα και α μεν εις τιμην α δε εις ατιμιαν 21εαν ουν τις εκκαθαρη εαυτον απο τουτων εσται σκευος εις τιμην ηγιασμενον και ευχρηστον τω δεσποτη εις παν εργον αγαθον ητοιμασμενον 22τας δε νεωτερικας επιθυμιας φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην ειρηνην μετα των επικαλουμενων τον κυριον εκ καθαρας καρδιας 23τας δε μωρας και απαιδευτους ζητησεις παραιτου ειδως οτι γεννωσιν μαχας 24δουλον δε κυριου ου δει μαχεσθαι αλλ ηπιον ειναι προς παντας διδακτικον ανεξικακον 25εν πραοτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δω αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθειας 26και ανανηψωσιν εκ της του διαβολου παγιδος εζωγρημενοι υπ αυτου εις το εκεινου θελημα

« Prev 2 Timothy 2 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |