« Prev 2 John 1 Next »

Chapter 1

1ο πρεσβυτερος εκλεκτη κυρια και τοις τεκνοις αυτης ους εγω αγαπω εν αληθεια και ουκ εγω μονος αλλα και παντες οι εγνωκοτες την αληθειαν 2δια την αληθειαν την μενουσαν εν ημιν και μεθ ημων εσται εις τον αιωνα 3εσται μεθ υμων χαρις ελεος ειρηνη παρα θεου πατρος και παρα κυριου ιησου χριστου του υιου του πατρος εν αληθεια και αγαπη 4εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντας εν αληθεια καθως εντολην ελαβομεν παρα του πατρος 5και νυν ερωτω σε κυρια ουχ ως εντολην γραφων σοι καινην αλλα ην ειχομεν απ αρχης ινα αγαπωμεν αλληλους 6και αυτη εστιν η αγαπη ινα περιπατωμεν κατα τας εντολας αυτου αυτη εστιν η εντολη καθως ηκουσατε απ αρχης ινα εν αυτη περιπατητε 7οτι πολλοι πλανοι εισηλθον εις τον κοσμον οι μη ομολογουντες ιησουν χριστον ερχομενον εν σαρκι ουτος εστιν ο πλανος και ο αντιχριστος 8βλεπετε εαυτους ινα μη απολεσωμεν α ειργασαμεθα αλλα μισθον πληρη απολαβωμεν 9πας ο παραβαινων και μη μενων εν τη διδαχη του χριστου θεον ουκ εχει ο μενων εν τη διδαχη του χριστου ουτος και τον πατερα και τον υιον εχει 10ει τις ερχεται προς υμας και ταυτην την διδαχην ου φερει μη λαμβανετε αυτον εις οικιαν και χαιρειν αυτω μη λεγετε 11ο γαρ λεγων αυτω χαιρειν κοινωνει τοις εργοις αυτου τοις πονηροις 12πολλα εχων υμιν γραφειν ουκ ηβουληθην δια χαρτου και μελανος αλλα ελπιζω ελθειν προς υμας και στομα προς στομα λαλησαι ινα η χαρα ημων η πεπληρωμενη 13ασπαζεται σε τα τεκνα της αδελφης σου της εκλεκτης αμην

« Prev 2 John 1 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |