« Prev Revelation 8 Next »

Chapter 8

1και οτε ηνοιξεν την σφραγιδα την εβδομην εγενετο σιγη εν τω ουρανω ως ημιωριον 2και ειδον τους επτα αγγελους οι ενωπιον του θεου εστηκασιν και εδοθησαν αυτοις επτα σαλπιγγες 3και αλλος αγγελος ηλθεν και εσταθη επι το θυσιαστηριον εχων λιβανωτον χρυσουν και εδοθη αυτω θυμιαματα πολλα ινα δωση ταις προσευχαις των αγιων παντων επι το θυσιαστηριον το χρυσουν το ενωπιον του θρονου 4και ανεβη ο καπνος των θυμιαματων ταις προσευχαις των αγιων εκ χειρος του αγγελου ενωπιον του θεου 5και ειληφεν ο αγγελος το λιβανωτον και εγεμισεν αυτο εκ του πυρος του θυσιαστηριου και εβαλεν εις την γην και εγενοντο φωναι και βρονται και αστραπαι και σεισμος 6και οι επτα αγγελοι οι εχοντες τας επτα σαλπιγγας ητοιμασαν εαυτους ινα σαλπισωσιν 7και ο πρωτος αγγελος εσαλπισεν και εγενετο χαλαζα και πυρ μεμιγμενα αιματι και εβληθη εις την γην και το τριτον των δενδρων κατεκαη και πας χορτος χλωρος κατεκαη 8και ο δευτερος αγγελος εσαλπισεν και ως ορος μεγα πυρι καιομενον εβληθη εις την θαλασσαν και εγενετο το τριτον της θαλασσης αιμα 9και απεθανεν το τριτον των κτισματων των εν τη θαλασση τα εχοντα ψυχας και το τριτον των πλοιων διεφθαρη 10και ο τριτος αγγελος εσαλπισεν και επεσεν εκ του ουρανου αστηρ μεγας καιομενος ως λαμπας και επεσεν επι το τριτον των ποταμων και επι τας πηγας υδατων 11και το ονομα του αστερος λεγεται αψινθος και γινεται το τριτον των υδατων εις αψινθον και πολλοι ανθρωπων απεθανον εκ των υδατων οτι επικρανθησαν 12και ο τεταρτος αγγελος εσαλπισεν και επληγη το τριτον του ηλιου και το τριτον της σεληνης και το τριτον των αστερων ινα σκοτισθη το τριτον αυτων και η ημερα μη φαινη το τριτον αυτης και η νυξ ομοιως 13και ειδον και ηκουσα ενος αγγελου πετωμενου εν μεσουρανηματι λεγοντος φωνη μεγαλη ουαι ουαι ουαι τοις κατοικουσιν επι της γης εκ των λοιπων φωνων της σαλπιγγος των τριων αγγελων των μελλοντων σαλπιζειν

« Prev Revelation 8 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |