« Prev Luke 4 Next »

Chapter 4

1ιησους δε πνευματος αγιου πληρης υπεστρεψεν απο του ιορδανου και ηγετο εν τω πνευματι εις την ερημον 2ημερας τεσσαρακοντα πειραζομενος υπο του διαβολου και ουκ εφαγεν ουδεν εν ταις ημεραις εκειναις και συντελεσθεισων αυτων υστερον επεινασεν 3και ειπεν αυτω ο διαβολος ει υιος ει του θεου ειπε τω λιθω τουτω ινα γενηται αρτος 4και απεκριθη ιησους προς αυτον λεγων γεγραπται οτι ουκ επ αρτω μονω ζησεται ο ανθρωπος αλλ επι παντι ρηματι θεου 5και αναγαγων αυτον ο διαβολος εις ορος υψηλον εδειξεν αυτω πασας τας βασιλειας της οικουμενης εν στιγμη χρονου 6και ειπεν αυτω ο διαβολος σοι δωσω την εξουσιαν ταυτην απασαν και την δοξαν αυτων οτι εμοι παραδεδοται και ω εαν θελω διδωμι αυτην 7συ ουν εαν προσκυνησης ενωπιον μου εσται σου παντα 8και αποκριθεις αυτω ειπεν ο ιησους υπαγε οπισω μου σατανα γεγραπται γαρ προσκυνησεις κυριον τον θεον σου και αυτω μονω λατρευσεις 9και ηγαγεν αυτον εις ιερουσαλημ και εστησεν αυτον επι το πτερυγιον του ιερου και ειπεν αυτω ει ο υιος ει του θεου βαλε σεαυτον εντευθεν κατω 10γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε 11και οτι επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου 12και αποκριθεις ειπεν αυτω ο ιησους οτι ειρηται ουκ εκπειρασεις κυριον τον θεον σου 13και συντελεσας παντα πειρασμον ο διαβολος απεστη απ αυτου αχρι καιρου 14και υπεστρεψεν ο ιησους εν τη δυναμει του πνευματος εις την γαλιλαιαν και φημη εξηλθεν καθ ολης της περιχωρου περι αυτου 15και αυτος εδιδασκεν εν ταις συναγωγαις αυτων δοξαζομενος υπο παντων 16και ηλθεν εις την ναζαρεθ ου ην τεθραμμενος και εισηλθεν κατα το ειωθος αυτω εν τη ημερα των σαββατων εις την συναγωγην και ανεστη αναγνωναι 17και επεδοθη αυτω βιβλιον ησαιου του προφητου και αναπτυξας το βιβλιον ευρεν τον τοπον ου ην γεγραμμενον 18πνευμα κυριου επ εμε ου ενεκεν εχρισεν με ευαγγελιζεσθαι πτωχοις απεσταλκεν με ιασασθαι τους συντετριμμενους την καρδιαν κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν αποστειλαι τεθραυσμενους εν αφεσει 19κηρυξαι ενιαυτον κυριου δεκτον 20και πτυξας το βιβλιον αποδους τω υπηρετη εκαθισεν και παντων εν τη συναγωγη οι οφθαλμοι ησαν ατενιζοντες αυτω 21ηρξατο δε λεγειν προς αυτους οτι σημερον πεπληρωται η γραφη αυτη εν τοις ωσιν υμων 22και παντες εμαρτυρουν αυτω και εθαυμαζον επι τοις λογοις της χαριτος τοις εκπορευομενοις εκ του στοματος αυτου και ελεγον ουχ ουτος εστιν ο υιος ιωσηφ 23και ειπεν προς αυτους παντως ερειτε μοι την παραβολην ταυτην ιατρε θεραπευσον σεαυτον οσα ηκουσαμεν γενομενα εν τη καπερναουμ ποιησον και ωδε εν τη πατριδι σου 24ειπεν δε αμην λεγω υμιν οτι ουδεις προφητης δεκτος εστιν εν τη πατριδι αυτου 25επ αληθειας δε λεγω υμιν πολλαι χηραι ησαν εν ταις ημεραις ηλιου εν τω ισραηλ οτε εκλεισθη ο ουρανος επι ετη τρια και μηνας εξ ως εγενετο λιμος μεγας επι πασαν την γην 26και προς ουδεμιαν αυτων επεμφθη ηλιας ει μη εις σαρεπτα της σιδωνος προς γυναικα χηραν 27και πολλοι λεπροι ησαν επι ελισσαιου του προφητου εν τω ισραηλ και ουδεις αυτων εκαθαρισθη ει μη νεεμαν ο συρος 28και επλησθησαν παντες θυμου εν τη συναγωγη ακουοντες ταυτα 29και ανασταντες εξεβαλον αυτον εξω της πολεως και ηγαγον αυτον εως της οφρυος του ορους εφ ου η πολις αυτων ωκοδομητο εις το κατακρημνισαι αυτον 30αυτος δε διελθων δια μεσου αυτων επορευετο 31και κατηλθεν εις καπερναουμ πολιν της γαλιλαιας και ην διδασκων αυτους εν τοις σαββασιν 32και εξεπλησσοντο επι τη διδαχη αυτου οτι εν εξουσια ην ο λογος αυτου 33και εν τη συναγωγη ην ανθρωπος εχων πνευμα δαιμονιου ακαθαρτου και ανεκραξεν φωνη μεγαλη 34λεγων εα τι ημιν και σοι ιησου ναζαρηνε ηλθες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου 35και επετιμησεν αυτω ο ιησους λεγων φιμωθητι και εξελθε εξ αυτου και ριψαν αυτον το δαιμονιον εις το μεσον εξηλθεν απ αυτου μηδεν βλαψαν αυτον 36και εγενετο θαμβος επι παντας και συνελαλουν προς αλληλους λεγοντες τις ο λογος ουτος οτι εν εξουσια και δυναμει επιτασσει τοις ακαθαρτοις πνευμασιν και εξερχονται 37και εξεπορευετο ηχος περι αυτου εις παντα τοπον της περιχωρου 38αναστας δε εκ της συναγωγης εισηλθεν εις την οικιαν σιμωνος η πενθερα δε του σιμωνος ην συνεχομενη πυρετω μεγαλω και ηρωτησαν αυτον περι αυτης 39και επιστας επανω αυτης επετιμησεν τω πυρετω και αφηκεν αυτην παραχρημα δε αναστασα διηκονει αυτοις 40δυνοντος δε του ηλιου παντες οσοι ειχον ασθενουντας νοσοις ποικιλαις ηγαγον αυτους προς αυτον ο δε ενι εκαστω αυτων τας χειρας επιθεις εθεραπευσεν αυτους 41εξηρχετο δε και δαιμονια απο πολλων κραζοντα και λεγοντα οτι συ ει ο χριστος ο υιος του θεου και επιτιμων ουκ εια αυτα λαλειν οτι ηδεισαν τον χριστον αυτον ειναι 42γενομενης δε ημερας εξελθων επορευθη εις ερημον τοπον και οι οχλοι εζητουν αυτον και ηλθον εως αυτου και κατειχον αυτον του μη πορευεσθαι απ αυτων 43ο δε ειπεν προς αυτους οτι και ταις ετεραις πολεσιν ευαγγελισασθαι με δει την βασιλειαν του θεου οτι εις τουτο απεσταλμαι 44και ην κηρυσσων εν ταις συναγωγαις της γαλιλαιας

« Prev Luke 4 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |