« Prev Acts 17 Next »

Chapter 17

1διοδευσαντες δε την αμφιπολιν και απολλωνιαν ηλθον εις θεσσαλονικην οπου ην η συναγωγη των ιουδαιων 2κατα δε το ειωθος τω παυλω εισηλθεν προς αυτους και επι σαββατα τρια διελεγετο αυτοις απο των γραφων 3διανοιγων και παρατιθεμενος οτι τον χριστον εδει παθειν και αναστηναι εκ νεκρων και οτι ουτος εστιν ο χριστος ιησους ον εγω καταγγελλω υμιν 4και τινες εξ αυτων επεισθησαν και προσεκληρωθησαν τω παυλω και τω σιλα των τε σεβομενων ελληνων πολυ πληθος γυναικων τε των πρωτων ουκ ολιγαι 5ζηλωσαντες δε οι απειθουντες ιουδαιοι και προσλαβομενοι των αγοραιων τινας ανδρας πονηρους και οχλοποιησαντες εθορυβουν την πολιν επισταντες τε τη οικια ιασονος εζητουν αυτους αγαγειν εις τον δημον 6μη ευροντες δε αυτους εσυρον τον ιασονα και τινας αδελφους επι τους πολιταρχας βοωντες οτι οι την οικουμενην αναστατωσαντες ουτοι και ενθαδε παρεισιν 7ους υποδεδεκται ιασων και ουτοι παντες απεναντι των δογματων καισαρος πραττουσιν βασιλεα λεγοντες ετερον ειναι ιησουν 8εταραξαν δε τον οχλον και τους πολιταρχας ακουοντας ταυτα 9και λαβοντες το ικανον παρα του ιασονος και των λοιπων απελυσαν αυτους 10οι δε αδελφοι ευθεως δια της νυκτος εξεπεμψαν τον τε παυλον και τον σιλαν εις βεροιαν οιτινες παραγενομενοι εις την συναγωγην των ιουδαιων απηεσαν 11ουτοι δε ησαν ευγενεστεροι των εν θεσσαλονικη οιτινες εδεξαντο τον λογον μετα πασης προθυμιας το καθ ημεραν ανακρινοντες τας γραφας ει εχοι ταυτα ουτως 12πολλοι μεν ουν εξ αυτων επιστευσαν και των ελληνιδων γυναικων των ευσχημονων και ανδρων ουκ ολιγοι 13ως δε εγνωσαν οι απο της θεσσαλονικης ιουδαιοι οτι και εν τη βεροια κατηγγελη υπο του παυλου ο λογος του θεου ηλθον κακει σαλευοντες τους οχλους 14ευθεως δε τοτε τον παυλον εξαπεστειλαν οι αδελφοι πορευεσθαι ως επι την θαλασσαν υπεμενον δε ο τε σιλας και ο τιμοθεος εκει 15οι δε καθιστωντες τον παυλον ηγαγον αυτον εως αθηνων και λαβοντες εντολην προς τον σιλαν και τιμοθεον ινα ως ταχιστα ελθωσιν προς αυτον εξηεσαν 16εν δε ταις αθηναις εκδεχομενου αυτους του παυλου παρωξυνετο το πνευμα αυτου εν αυτω θεωρουντι κατειδωλον ουσαν την πολιν 17διελεγετο μεν ουν εν τη συναγωγη τοις ιουδαιοις και τοις σεβομενοις και εν τη αγορα κατα πασαν ημεραν προς τους παρατυγχανοντας 18τινες δε των επικουρειων και των στωικων φιλοσοφων συνεβαλλον αυτω και τινες ελεγον τι αν θελοι ο σπερμολογος ουτος λεγειν οι δε ξενων δαιμονιων δοκει καταγγελευς ειναι οτι τον ιησουν και την αναστασιν αυτοις ευηγγελιζετο 19επιλαβομενοι τε αυτου επι τον αρειον παγον ηγαγον λεγοντες δυναμεθα γνωναι τις η καινη αυτη η υπο σου λαλουμενη διδαχη 20ξενιζοντα γαρ τινα εισφερεις εις τας ακοας ημων βουλομεθα ουν γνωναι τι αν θελοι ταυτα ειναι 21αθηναιοι δε παντες και οι επιδημουντες ξενοι εις ουδεν ετερον ευκαιρουν η λεγειν τι και ακουειν καινοτερον 22σταθεις δε ο παυλος εν μεσω του αρειου παγου εφη ανδρες αθηναιοι κατα παντα ως δεισιδαιμονεστερους υμας θεωρω 23διερχομενος γαρ και αναθεωρων τα σεβασματα υμων ευρον και βωμον εν ω επεγεγραπτο αγνωστω θεω ον ουν αγνοουντες ευσεβειτε τουτον εγω καταγγελλω υμιν 24ο θεος ο ποιησας τον κοσμον και παντα τα εν αυτω ουτος ουρανου και γης κυριος υπαρχων ουκ εν χειροποιητοις ναοις κατοικει 25ουδε υπο χειρων ανθρωπων θεραπευεται προσδεομενος τινος αυτος διδους πασιν ζωην και πνοην και τα παντα 26εποιησεν τε εξ ενος αιματος παν εθνος ανθρωπων κατοικειν επι παν το προσωπον της γης ορισας προτεταγμενους καιρους και τας οροθεσιας της κατοικιας αυτων 27ζητειν τον κυριον ει αρα γε ψηλαφησειαν αυτον και ευροιεν καιτοιγε ου μακραν απο ενος εκαστου ημων υπαρχοντα 28εν αυτω γαρ ζωμεν και κινουμεθα και εσμεν ως και τινες των καθ υμας ποιητων ειρηκασιν του γαρ και γενος εσμεν 29γενος ουν υπαρχοντες του θεου ουκ οφειλομεν νομιζειν χρυσω η αργυρω η λιθω χαραγματι τεχνης και ενθυμησεως ανθρωπου το θειον ειναι ομοιον 30τους μεν ουν χρονους της αγνοιας υπεριδων ο θεος τα νυν παραγγελλει τοις ανθρωποις πασιν πανταχου μετανοειν 31διοτι εστησεν ημεραν εν η μελλει κρινειν την οικουμενην εν δικαιοσυνη εν ανδρι ω ωρισεν πιστιν παρασχων πασιν αναστησας αυτον εκ νεκρων 32ακουσαντες δε αναστασιν νεκρων οι μεν εχλευαζον οι δε ειπον ακουσομεθα σου παλιν περι τουτου 33και ουτως ο παυλος εξηλθεν εκ μεσου αυτων 34τινες δε ανδρες κολληθεντες αυτω επιστευσαν εν οις και διονυσιος ο αρεοπαγιτης και γυνη ονοματι δαμαρις και ετεροι συν αυτοις

« Prev Acts 17 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |