« Prev 1 Thessalonians 2 Next »

Chapter 2

1αυτοι γαρ οιδατε αδελφοι την εισοδον ημων την προς υμας οτι ου κενη γεγονεν 2αλλα προπαθοντες και υβρισθεντες καθως οιδατε εν φιλιπποις επαρρησιασαμεθα εν τω θεω ημων λαλησαι προς υμας το ευαγγελιον του θεου εν πολλω αγωνι 3η γαρ παρακλησις ημων ουκ εκ πλανης ουδε εξ ακαθαρσιας ουδε εν δολω 4αλλα καθως δεδοκιμασμεθα υπο του θεου πιστευθηναι το ευαγγελιον ουτως λαλουμεν ουχ ως ανθρωποις αρεσκοντες αλλα θεω τω δοκιμαζοντι τας καρδιας ημων 5ουτε γαρ ποτε εν λογω κολακειας εγενηθημεν καθως οιδατε ουτε προφασει πλεονεξιας θεος μαρτυς 6ουτε ζητουντες εξ ανθρωπων δοξαν ουτε αφ υμων ουτε απ αλλων [2 7] δυναμενοι εν βαρει ειναι ως χριστου αποστολοι 7αλλα εγενηθημεν νηπιοι εν μεσω υμων ως εαν τροφος θαλπη τα εαυτης τεκνα 8ουτως ομειρομενοι υμων ευδοκουμεν μεταδουναι υμιν ου μονον το ευαγγελιον του θεου αλλα και τας εαυτων ψυχας διοτι αγαπητοι ημιν εγενηθητε 9μνημονευετε γαρ αδελφοι τον κοπον ημων και τον μοχθον νυκτος και ημερας εργαζομενοι προς το μη επιβαρησαι τινα υμων εκηρυξαμεν εις υμας το ευαγγελιον του θεου 10υμεις μαρτυρες και ο θεος ως οσιως και δικαιως και αμεμπτως υμιν τοις πιστευουσιν εγενηθημεν 11καθαπερ οιδατε ως ενα εκαστον υμων ως πατηρ τεκνα εαυτου [2 12] παρακαλουντες υμας και παραμυθουμενοι 12και μαρτυρομενοι εις το περιπατειν υμας αξιως του θεου του καλουντος υμας εις την εαυτου βασιλειαν και δοξαν 13και δια τουτο και ημεις ευχαριστουμεν τω θεω αδιαλειπτως οτι παραλαβοντες λογον ακοης παρ ημων του θεου εδεξασθε ου λογον ανθρωπων αλλα καθως αληθως εστιν λογον θεου ος και ενεργειται εν υμιν τοις πιστευουσιν 14υμεις γαρ μιμηται εγενηθητε αδελφοι των εκκλησιων του θεου των ουσων εν τη ιουδαια εν χριστω ιησου οτι τα αυτα επαθετε και υμεις υπο των ιδιων συμφυλετων καθως και αυτοι υπο των ιουδαιων 15των και τον κυριον αποκτειναντων ιησουν και τους προφητας και ημας εκδιωξαντων και θεω μη αρεσκοντων και πασιν ανθρωποις εναντιων 16κωλυοντων ημας τοις εθνεσιν λαλησαι ινα σωθωσιν εις το αναπληρωσαι αυτων τας αμαρτιας παντοτε εφθασεν δε επ αυτους η οργη εις τελος 17ημεις δε αδελφοι απορφανισθεντες αφ υμων προς καιρον ωρας προσωπω ου καρδια περισσοτερως εσπουδασαμεν το προσωπον υμων ιδειν εν πολλη επιθυμια 18διοτι ηθελησαμεν ελθειν προς υμας εγω μεν παυλος και απαξ και δις και ενεκοψεν ημας ο σατανας 19τις γαρ ημων ελπις η χαρα η στεφανος καυχησεως η ουχι και υμεις εμπροσθεν του κυριου ημων ιησου εν τη αυτου παρουσια 20υμεις γαρ εστε η δοξα ημων και η χαρα

« Prev 1 Thessalonians 2 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |