« Prev 1 Thessalonians 1 Next »

Chapter 1

1παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι και κυριω ιησου χριστω χαρις υμιν και ειρηνη 2ευχαριστουμεν τω θεω παντοτε περι παντων υμων μνειαν ποιουμενοι επι των προσευχων ημων 3αδιαλειπτως μνημονευοντες υμων του εργου της πιστεως και του κοπου της αγαπης και της υπομονης της ελπιδος του κυριου ημων ιησου χριστου εμπροσθεν του θεου και πατρος ημων 4ειδοτες αδελφοι ηγαπημενοι υπο [του] θεου την εκλογην υμων 5οτι το ευαγγελιον ημων ουκ εγενηθη εις υμας εν λογω μονον αλλα και εν δυναμει και εν πνευματι αγιω και πληροφορια πολλη καθως οιδατε οιοι εγενηθημεν υμιν δι υμας 6και υμεις μιμηται ημων εγενηθητε και του κυριου δεξαμενοι τον λογον εν θλιψει πολλη μετα χαρας πνευματος αγιου 7ωστε γενεσθαι υμας τυπον πασιν τοις πιστευουσιν εν τη μακεδονια και εν τη αχαια 8αφ υμων γαρ εξηχηται ο λογος του κυριου ου μονον εν τη μακεδονια και αχαια αλλ εν παντι τοπω η πιστις υμων η προς τον θεον εξεληλυθεν ωστε μη χρειαν εχειν ημας λαλειν τι 9αυτοι γαρ περι ημων απαγγελλουσιν οποιαν εισοδον εσχομεν προς υμας και πως επεστρεψατε προς τον θεον απο των ειδωλων δουλευειν θεω ζωντι και αληθινω 10και αναμενειν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ [των] νεκρων ιησουν τον ρυομενον ημας εκ της οργης της ερχομενης

« Prev 1 Thessalonians 1 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |