« Prev 1 Corinthians 9 Next »

Chapter 9

1ουκ ειμι ελευθερος ουκ ειμι αποστολος ουχι ιησουν τον κυριον ημων εορακα ου το εργον μου υμεις εστε εν κυριω 2ει αλλοις ουκ ειμι αποστολος αλλα γε υμιν ειμι η γαρ σφραγις μου της αποστολης υμεις εστε εν κυριω 3η εμη απολογια τοις εμε ανακρινουσιν εστιν αυτη 4μη ουκ εχομεν εξουσιαν φαγειν και πειν 5μη ουκ εχομεν εξουσιαν αδελφην γυναικα περιαγειν ως και οι λοιποι αποστολοι και οι αδελφοι του κυριου και κηφας 6η μονος εγω και βαρναβας ουκ εχομεν εξουσιαν μη εργαζεσθαι 7τις στρατευεται ιδιοις οψωνιοις ποτε τις φυτευει αμπελωνα και τον καρπον αυτου ουκ εσθιει [η] τις ποιμαινει ποιμνην και εκ του γαλακτος της ποιμνης ουκ εσθιει 8μη κατα ανθρωπον ταυτα λαλω η και ο νομος ταυτα ου λεγει 9εν γαρ τω μωυσεως νομω γεγραπται ου φιμωσεις βουν αλοωντα μη των βοων μελει τω θεω 10η δι ημας παντως λεγει δι ημας γαρ εγραφη οτι οφειλει επ ελπιδι ο αροτριων αροτριαν και ο αλοων επ ελπιδι του μετεχειν 11ει ημεις υμιν τα πνευματικα εσπειραμεν μεγα ει ημεις υμων τα σαρκικα θερισομεν 12ει αλλοι της υμων εξουσιας μετεχουσιν ου μαλλον ημεις αλλ ουκ εχρησαμεθα τη εξουσια ταυτη αλλα παντα στεγομεν ινα μη τινα εγκοπην δωμεν τω ευαγγελιω του χριστου 13ουκ οιδατε οτι οι τα ιερα εργαζομενοι τα εκ του ιερου εσθιουσιν οι τω θυσιαστηριω παρεδρευοντες τω θυσιαστηριω συμμεριζονται 14ουτως και ο κυριος διεταξεν τοις το ευαγγελιον καταγγελλουσιν εκ του ευαγγελιου ζην 15εγω δε ου κεχρημαι ουδενι τουτων ουκ εγραψα δε ταυτα ινα ουτως γενηται εν εμοι καλον γαρ μοι μαλλον αποθανειν η το καυχημα μου ουδεις κενωσει 16εαν γαρ ευαγγελιζωμαι ουκ εστιν μοι καυχημα αναγκη γαρ μοι επικειται ουαι γαρ μοι εστιν εαν μη ευαγγελισωμαι 17ει γαρ εκων τουτο πρασσω μισθον εχω ει δε ακων οικονομιαν πεπιστευμαι 18τις ουν μου εστιν ο μισθος ινα ευαγγελιζομενος αδαπανον θησω το ευαγγελιον εις το μη καταχρησασθαι τη εξουσια μου εν τω ευαγγελιω 19ελευθερος γαρ ων εκ παντων πασιν εμαυτον εδουλωσα ινα τους πλειονας κερδησω 20και εγενομην τοις ιουδαιοις ως ιουδαιος ινα ιουδαιους κερδησω τοις υπο νομον ως υπο νομον μη ων αυτος υπο νομον ινα τους υπο νομον κερδησω 21τοις ανομοις ως ανομος μη ων ανομος θεου αλλ εννομος χριστου ινα κερδανω τους ανομους 22εγενομην τοις ασθενεσιν ασθενης ινα τους ασθενεις κερδησω τοις πασιν γεγονα παντα ινα παντως τινας σωσω 23παντα δε ποιω δια το ευαγγελιον ινα συγκοινωνος αυτου γενωμαι 24ουκ οιδατε οτι οι εν σταδιω τρεχοντες παντες μεν τρεχουσιν εις δε λαμβανει το βραβειον ουτως τρεχετε ινα καταλαβητε 25πας δε ο αγωνιζομενος παντα εγκρατευεται εκεινοι μεν ουν ινα φθαρτον στεφανον λαβωσιν ημεις δε αφθαρτον 26εγω τοινυν ουτως τρεχω ως ουκ αδηλως ουτως πυκτευω ως ουκ αερα δερων 27αλλα υπωπιαζω μου το σωμα και δουλαγωγω μη πως αλλοις κηρυξας αυτος αδοκιμος γενωμαι

« Prev 1 Corinthians 9 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |