« Prev 1 Corinthians 10 Next »

Chapter 10

1ου θελω γαρ υμας αγνοειν αδελφοι οτι οι πατερες ημων παντες υπο την νεφελην ησαν και παντες δια της θαλασσης διηλθον 2και παντες εις τον μωυσην εβαπτισαντο εν τη νεφελη και εν τη θαλασση 3και παντες [το αυτο] πνευματικον βρωμα εφαγον 4και παντες το αυτο πνευματικον επιον πομα επινον γαρ εκ πνευματικης ακολουθουσης πετρας η πετρα δε ην ο χριστος 5αλλ ουκ εν τοις πλειοσιν αυτων ευδοκησεν ο θεος κατεστρωθησαν γαρ εν τη ερημω 6ταυτα δε τυποι ημων εγενηθησαν εις το μη ειναι ημας επιθυμητας κακων καθως κακεινοι επεθυμησαν 7μηδε ειδωλολατραι γινεσθε καθως τινες αυτων ωσπερ γεγραπται εκαθισεν ο λαος φαγειν και πειν και ανεστησαν παιζειν 8μηδε πορνευωμεν καθως τινες αυτων επορνευσαν και επεσαν μια ημερα εικοσι τρεις χιλιαδες 9μηδε εκπειραζωμεν τον κυριον καθως τινες αυτων επειρασαν και υπο των οφεων απωλλυντο 10μηδε γογγυζετε καθαπερ τινες αυτων εγογγυσαν και απωλοντο υπο του ολοθρευτου 11ταυτα δε τυπικως συνεβαινεν εκεινοις εγραφη δε προς νουθεσιαν ημων εις ους τα τελη των αιωνων κατηντηκεν 12ωστε ο δοκων εσταναι βλεπετω μη πεση 13πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος πιστος δε ο θεος ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι υπενεγκειν 14διοπερ αγαπητοι μου φευγετε απο της ειδωλολατριας 15ως φρονιμοις λεγω κρινατε υμεις ο φημι 16το ποτηριον της ευλογιας ο ευλογουμεν ουχι κοινωνια εστιν του αιματος του χριστου τον αρτον ον κλωμεν ουχι κοινωνια του σωματος του χριστου εστιν 17οτι εις αρτος εν σωμα οι πολλοι εσμεν οι γαρ παντες εκ του ενος αρτου μετεχομεν 18βλεπετε τον ισραηλ κατα σαρκα ουχ οι εσθιοντες τας θυσιας κοινωνοι του θυσιαστηριου εισιν 19τι ουν φημι οτι ειδωλοθυτον τι εστιν η οτι ειδωλον τι εστιν 20αλλ οτι α θυουσιν [τα εθνη] δαιμονιοις και ου θεω θυουσιν ου θελω δε υμας κοινωνους των δαιμονιων γινεσθαι 21ου δυνασθε ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων ου δυνασθε τραπεζης κυριου μετεχειν και τραπεζης δαιμονιων 22η παραζηλουμεν τον κυριον μη ισχυροτεροι αυτου εσμεν 23παντα εξεστιν αλλ ου παντα συμφερει παντα εξεστιν αλλ ου παντα οικοδομει 24μηδεις το εαυτου ζητειτω αλλα το του ετερου 25παν το εν μακελλω πωλουμενον εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν 26του κυριου γαρ η γη και το πληρωμα αυτης 27ει τις καλει υμας των απιστων και θελετε πορευεσθαι παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν 28εαν δε τις υμιν ειπη τουτο ιεροθυτον εστιν μη εσθιετε δι εκεινον τον μηνυσαντα και την συνειδησιν 29συνειδησιν δε λεγω ουχι την εαυτου αλλα την του ετερου ινα τι γαρ η ελευθερια μου κρινεται υπο αλλης συνειδησεως 30ει εγω χαριτι μετεχω τι βλασφημουμαι υπερ ου εγω ευχαριστω 31ειτε ουν εσθιετε ειτε πινετε ειτε τι ποιειτε παντα εις δοξαν θεου ποιειτε 32απροσκοποι και ιουδαιοις γινεσθε και ελλησιν και τη εκκλησια του θεου 33καθως καγω παντα πασιν αρεσκω μη ζητων το εμαυτου συμφορον αλλα το των πολλων ινα σωθωσιν

« Prev 1 Corinthians 10 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |