« Prev 1 Corinthians 5 Next »

Chapter 5

1ολως ακουεται εν υμιν πορνεια και τοιαυτη πορνεια ητις ουδε εν τοις εθνεσιν ωστε γυναικα τινα του πατρος εχειν 2και υμεις πεφυσιωμενοι εστε και ουχι μαλλον επενθησατε ινα αρθη εκ μεσου υμων ο το εργον τουτο πραξας 3εγω μεν γαρ απων τω σωματι παρων δε τω πνευματι ηδη κεκρικα ως παρων τον ουτως τουτο κατεργασαμενον 4εν τω ονοματι του κυριου [ημων] ιησου συναχθεντων υμων και του εμου πνευματος συν τη δυναμει του κυριου ημων ιησου 5παραδουναι τον τοιουτον τω σατανα εις ολεθρον της σαρκος ινα το πνευμα σωθη εν τη ημερα του κυριου 6ου καλον το καυχημα υμων ουκ οιδατε οτι μικρα ζυμη ολον το φυραμα ζυμοι 7εκκαθαρατε την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθως εστε αζυμοι και γαρ το πασχα ημων ετυθη χριστος 8ωστε εορταζωμεν μη εν ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας αλλ εν αζυμοις ειλικρινειας και αληθειας 9εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις 10ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις και αρπαξιν η ειδωλολατραις επει ωφειλετε αρα εκ του κοσμου εξελθειν 11νυν δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν 12τι γαρ μοι τους εξω κρινειν ουχι τους εσω υμεις κρινετε 13τους δε εξω ο θεος κρινει εξαρατε τον πονηρον εξ υμων αυτων

« Prev 1 Corinthians 5 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |