« Prev 1 Corinthians 6 Next »

Chapter 6

1τολμα τις υμων πραγμα εχων προς τον ετερον κρινεσθαι επι των αδικων και ουχι επι των αγιων 2η ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρινουσιν και ει εν υμιν κρινεται ο κοσμος αναξιοι εστε κριτηριων ελαχιστων 3ουκ οιδατε οτι αγγελους κρινουμεν μητι γε βιωτικα 4βιωτικα μεν ουν κριτηρια εαν εχητε τους εξουθενημενους εν τη εκκλησια τουτους καθιζετε 5προς εντροπην υμιν λεγω ουτως ουκ ενι εν υμιν ουδεις σοφος ος δυνησεται διακριναι ανα μεσον του αδελφου αυτου 6αλλα αδελφος μετα αδελφου κρινεται και τουτο επι απιστων 7ηδη μεν ουν ολως ηττημα υμιν εστιν οτι κριματα εχετε μεθ εαυτων δια τι ουχι μαλλον αδικεισθε δια τι ουχι μαλλον αποστερεισθε 8αλλα υμεις αδικειτε και αποστερειτε και τουτο αδελφους 9η ουκ οιδατε οτι αδικοι θεου βασιλειαν ου κληρονομησουσιν μη πλανασθε ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται 10ουτε κλεπται ουτε πλεονεκται ου μεθυσοι ου λοιδοροι ουχ αρπαγες βασιλειαν θεου κληρονομησουσιν 11και ταυτα τινες ητε αλλα απελουσασθε αλλα ηγιασθητε αλλα εδικαιωθητε εν τω ονοματι του κυριου [ημων] ιησου χριστου και εν τω πνευματι του θεου ημων 12παντα μοι εξεστιν αλλ ου παντα συμφερει παντα μοι εξεστιν αλλ ουκ εγω εξουσιασθησομαι υπο τινος 13τα βρωματα τη κοιλια και η κοιλια τοις βρωμασιν ο δε θεος και ταυτην και ταυτα καταργησει το δε σωμα ου τη πορνεια αλλα τω κυριω και ο κυριος τω σωματι 14ο δε θεος και τον κυριον ηγειρεν και ημας εξεγερει δια της δυναμεως αυτου 15ουκ οιδατε οτι τα σωματα υμων μελη χριστου εστιν αρας ουν τα μελη του χριστου ποιησω πορνης μελη μη γενοιτο 16η ουκ οιδατε οτι ο κολλωμενος τη πορνη εν σωμα εστιν εσονται γαρ φησιν οι δυο εις σαρκα μιαν 17ο δε κολλωμενος τω κυριω εν πνευμα εστιν 18φευγετε την πορνειαν παν αμαρτημα ο εαν ποιηση ανθρωπος εκτος του σωματος εστιν ο δε πορνευων εις το ιδιον σωμα αμαρτανει 19η ουκ οιδατε οτι το σωμα υμων ναος του εν υμιν αγιου πνευματος εστιν ου εχετε απο θεου και ουκ εστε εαυτων 20ηγορασθητε γαρ τιμης δοξασατε δη τον θεον εν τω σωματι υμων

« Prev 1 Corinthians 6 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |