« Prev 1 Corinthians 3 Next »

Chapter 3

1καγω αδελφοι ουκ ηδυνηθην λαλησαι υμιν ως πνευματικοις αλλ ως σαρκινοις ως νηπιοις εν χριστω 2γαλα υμας εποτισα ου βρωμα ουπω γαρ εδυνασθε αλλ ουδε [ετι] νυν δυνασθε 3ετι γαρ σαρκικοι εστε οπου γαρ εν υμιν ζηλος και ερις ουχι σαρκικοι εστε και κατα ανθρωπον περιπατειτε 4οταν γαρ λεγη τις εγω μεν ειμι παυλου ετερος δε εγω απολλω ουκ ανθρωποι εστε 5τι ουν εστιν απολλως τι δε εστιν παυλος διακονοι δι ων επιστευσατε και εκαστω ως ο κυριος εδωκεν 6εγω εφυτευσα απολλως εποτισεν αλλα ο θεος ηυξανεν 7ωστε ουτε ο φυτευων εστιν τι ουτε ο ποτιζων αλλ ο αυξανων θεος 8ο φυτευων δε και ο ποτιζων εν εισιν εκαστος δε τον ιδιον μισθον λημψεται κατα τον ιδιον κοπον 9θεου γαρ εσμεν συνεργοι θεου γεωργιον θεου οικοδομη εστε 10κατα την χαριν του θεου την δοθεισαν μοι ως σοφος αρχιτεκτων θεμελιον εθηκα αλλος δε εποικοδομει εκαστος δε βλεπετω πως εποικοδομει 11θεμελιον γαρ αλλον ουδεις δυναται θειναι παρα τον κειμενον ος εστιν ιησους χριστος 12ει δε τις εποικοδομει επι τον θεμελιον χρυσιον αργυριον λιθους τιμιους ξυλα χορτον καλαμην 13εκαστου το εργον φανερον γενησεται η γαρ ημερα δηλωσει οτι εν πυρι αποκαλυπτεται και εκαστου το εργον οποιον εστιν το πυρ αυτο δοκιμασει 14ει τινος το εργον μενει ο εποικοδομησεν μισθον λημψεται 15ει τινος το εργον κατακαησεται ζημιωθησεται αυτος δε σωθησεται ουτως δε ως δια πυρος 16ουκ οιδατε οτι ναος θεου εστε και το πνευμα του θεου εν υμιν οικει 17ει τις τον ναον του θεου φθειρει φθερει τουτον ο θεος ο γαρ ναος του θεου αγιος εστιν οιτινες εστε υμεις 18μηδεις εαυτον εξαπατατω ει τις δοκει σοφος ειναι εν υμιν εν τω αιωνι τουτω μωρος γενεσθω ινα γενηται σοφος 19η γαρ σοφια του κοσμου τουτου μωρια παρα τω θεω εστιν γεγραπται γαρ ο δρασσομενος τους σοφους εν τη πανουργια αυτων 20και παλιν κυριος γινωσκει τους διαλογισμους των σοφων οτι εισιν ματαιοι 21ωστε μηδεις καυχασθω εν ανθρωποις παντα γαρ υμων εστιν 22ειτε παυλος ειτε απολλως ειτε κηφας ειτε κοσμος ειτε ζωη ειτε θανατος ειτε ενεστωτα ειτε μελλοντα παντα υμων 23υμεις δε χριστου χριστος δε θεου

« Prev 1 Corinthians 3 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |